TLG 1270 001 :: CLEARCHUS :: Fragmenta

CLEARCHUS Phil.
(Soleus: 4–3 B.C.)

Fragmenta

Source: Wehrli, F. (ed.), Klearchos [Die Schule des Aristoteles, vol. 3, 2nd edn.] Basel: Schwabe, 1969: 9–40.

  • Περὶ τῶν ἐν τῇ Πλάτωνος πολιτείᾳ μαθηματικῶς εἰρημένων: frr. 3–4
  • Περὶ ὕπνου: frr. 5–9
  • Ἀρκεσίλαος: frr. 11–12
  • Περὶ παιδείας: frr. 13–16
  • Περὶ φιλίας: frr. 17–18
  • Γεργίθιος: frr. 19–20
  • Erotica: frr. 21–35
  • Περὶ τοῦ πανικοῦ: fr. 36
  • Περὶ βίων: frr. 37–62
  • Proverbia: frr. 63–83
  • Aenigmata: frr. 85–95b
  • Optica (?): fr. 96
  • De luna: fr. 97
  • Περὶ θινῶν: fr. 98
  • Lithica: fr. 99
  • Botanica: fr. 100
  • Περὶ τῶν ἐνύδρων. Περὶ νάρκης: frr. 101–105
  • Περὶ σκελετῶν: frr. 106–110
  • Dubia et spuria: frr. 111–115 (fr. 113 = Tactica)

Citation: Fragment — (line)

3

Athenaeus IX 393 a: περὶ δὲ τῆς τῶν ὀρτύγων θήρας ἰδίως ἱστο‐ ρεῖ Κλέαρχος ὁ Σολεὺς ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν ἐν τῇ Πλάτωνος πολιτείᾳ μαθηματικῶς εἰρημένων γράφων οὕτως: οἱ ὄρτυγες περὶ τὸν τῆς ὀχείας καιρόν, ἐὰν κάτοπτρον ἐξ ἐναντίας τις αὐτῶν καὶ πρὸ τούτου βρόχον θῇ, τρέχοντες πρὸς
5τὸν ἐμφαινόμενον ἐν τῷ κατόπτρῳ ἐμπίπτουσιν εἰς τὸν βρόχον. καὶ περὶ τῶν κολοιῶν δὲ καλουμένων τὰ ὅμοια ἱστορεῖ ἐν τούτοις: καὶ τοῖς κολοιοῖς δὲ διὰ τὴν φυσικὴν φιλοστοργίαν, καίπερ τοσοῦτον πανουργίᾳ διαφέρουσιν, ὅμως ὅταν ἐλαίου κρατὴρ τεθῇ πλήρης, οἱ στάντες αὐτῶν ἐπὶ τὸ χεῖλος καὶ καταβλέψαντες ἐπὶ τὸν ἐμφαινόμενον καταράττουσιν. διόπερ ἐλαιοβρόχων γενομένων ἡ τῶν
10πτερῶν αὐτοῖς συγκόλλησις αἰτία γίνεται τῆς ἁλώσεως.9

4

Plutarch. De animae procreatione 1022 c: ὑποδεδειγμένων δὲ τούτων, τὸ μὲν συμπληροῦν τὰ διαστήματα καὶ παρεντάττειν τὰς μεσότητας, εἰ καὶ μηδεὶς ἐτύγχανε πεποιηκὼς πρότερον, ὑμῖν ἂν αὐτοῖς ἕνεκα γυμνασίας παρ‐ ῆκα. νῦν δὲ πολλοῖς κἀγαθοῖς ἀνδράσιν ἐξειργασμένου τούτου, μάλιστα δὲ Κράν‐
5τορι καὶ Κλεάρχῳ καὶ Θεοδώρῳ τοῖς Σολεῦσι, μικρὰ περὶ τῆς τούτων διαφορᾶς εἰπεῖν οὐκ ἄχρηστόν ἐστιν. ὁ γὰρ Θεόδωρος οὐχ ὡς ἐκεῖνοι δύο στίχους ποιῶν, ἀλλ’ ἐπὶ μιᾶς εὐθείας ἐφεξῆς τούς τε διπλασίους ἐκτάττων καὶ τοὺς τριπλασίους, πρῶτον μὲν ἰσχυρίζεται τῇ λεγομένῃ κατὰ μῆκος σχίσει τῆς οὐσίας, δύο ποιούσῃ μοίρας ὡς ἐκ μιᾶς, οὐ τέσσαρας ἐκ δυοῖν. ἔπειτά φησι τὰς τῶν μεσοτήτων παρεν‐
10τάξεις οὕτω λαμβάνειν προσήκειν χώραν. εἰ δὲ μή, ταραχὴν καὶ σύγχυσιν ἔσεσθαι καὶ μεταστάσεις εἰς τὸ πρῶτον, εὐθὺς τριπλάσιον ἐκ τοῦ πρώτου διπλασίου τῶν συμπληρούντων ἑκάτερον ὀφειλόντων. τοῖς δὲ περὶ τὸν Κράντορα βοηθοῦσιν αἵ τε θέσεις τῶν ἀριθμῶν, ἐπιπέδων ἐπιπέδοις καὶ τετραγώνων τετραγώνοις καὶ κύβων κύβοις ἀντιθέτως συζυγούντων, τῇ τε μὴ κατὰ τάξιν αὐτῶν λήψει, ἀλλ’
15ἐναλλὰξ ἀρτίων καὶ [δευτέρα] † περιττῶν †

5

Clemens Stromata I cap. XV 70, 2 (Euseb. Praep. evang. IX 6, 2): Κλέαρχος δὲ ὁ Περιπατητικὸς εἰδέναι φησί τινα Ἰουδαῖον, ὃς Ἀριστο‐ τέλει συνεγένετο.

6

Iosephus Adv. Apionem I 22 (cf. Euseb. Praep. evang. IX 5): ὅτι δὲ οὐ μόνον ἠπίσταντο τοὺς Ἰουδαίους, ἀλλὰ καὶ ἐθαύμαζον ὅσοις αὐτῶν ἐντύχοιεν οὐχ οἱ φαυλότατοι τῶν Ἑλλήνων, ἀλλ’ οἱ ἐπὶ σοφίᾳ μάλιστα τεθαυ‐ μασμένοι, ῥᾴδιον γνῶναι. Κλέαρχος γὰρ ὁ Ἀριστοτέλους ὢν μαθητὴς καὶ τῶν ἐκ
5τοῦ Περιπάτου φιλοσόφων οὐδενὸς δεύτερος ἐν τῷ πρώτῳ περὶ ὕπνου βιβλίῳ φησὶν Ἀριστοτέλην τὸν διδάσκαλον αὐτοῦ περί τινος ἀνδρὸς Ἰουδαίου ταῦτα ἱστορεῖν, αὐτῷ τε τὸν λόγον Ἀριστοτέλει ἀνατίθησι. ἐστὶ δ’ οὕτω γεγραμμένον: ἀλλὰ τὰ μὲν πολλὰ μακρὸν ἂν εἴη λέγειν, ὅσα δ’ ἔχει τῶν ἐκείνου θαυμασιότητά τινα καὶ φιλοσοφίαν, ὁμοίως διελθεῖν οὐ χεῖρον. σαφῶς δ’ ἴσθι, εἶπεν, Ὑπερ‐
10οχίδη, ὀνείροις ἴσα σοὶ δόξω λέγειν. καὶ ὁ Ὑπεροχίδης εὐλαβούμενος: δι’ αὐτὸ γάρ, ἔφη, τοῦτο καὶ ζητοῦμεν ἀκοῦσαι πάντες. οὐκοῦν, εἶπεν ὁ Ἀριστοτέλης, κατὰ τὸ τῶν ῥητορικῶν παράγγελμα τὸ γένος αὐτοῦ πρῶτον διέλθωμεν, ἵνα μὴ ἀπει‐ θῶμεν τοῖς τῶν ἀπαγγελιῶν διδασκάλοις. λέγε, εἶπεν ὁ Ὑπεροχίδης, οὕτως εἰ δοκεῖ.
κἀκεῖνος τοίνυν τὸ μὲν γένος ἦν Ἰουδαῖος ἐκ τῆς Κοίλης Συρίας, οὗτοι δ’ εἰσὶν10
15ἀπόγονοι τῶν ἐν Ἰνδοῖς φιλοσόφων. καλοῦνται δέ, ὥς φασιν, οἱ φιλόσοφοι παρὰ μὲν Ἰνδοῖς Καλανοί, παρὰ δὲ Σύροις Ἰουδαῖοι, τοὔνομα λαβόντες ἀπὸ τοῦ τόπου. προσαγορεύεται γὰρ ὃν κατοικοῦσι τόπον Ἰουδαία. τὸ δὲ τῆς πόλεως αὐτῶν ὄνομα πάνυ σκολιόν ἐστιν, Ἱερουσαλήμην γὰρ αὐτὴν καλοῦσιν. οὗτος οὖν ὁ ἄνθρωπος ἐπι‐ ξενούμενός τε πολλοῖς κἀκ τῶν ἄνω τόπων εἰς τοὺς ἐπιθαλαττίους ὑποκαταβαί‐
20νων Ἑλληνικὸς ἦν οὐ τῇ διαλέκτῳ μόνον ἀλλὰ καὶ τῇ ψυχῇ. καὶ τότε διατριβόντων ἡμῶν περὶ τὴν Ἀσίαν παραβαλὼν εἰς τοὺς αὐτοὺς τόπους ἅνθρωπος ἐντυγχάνει ἡμῖν τε καί τισιν ἑτέροις τῶν σχολαστικῶν πειρώμενος αὐτῶν τῆς σοφίας. ὡς δὲ πολλοῖς τῶν ἐν παιδείᾳ συνῳκείωτο, παρεδίδου τι μᾶλλον ὧν εἶχεν. ταῦτ’ εἴρηκεν ὁ Ἀριστοτέλης παρὰ τῷ Κλεάρχῳ, καὶ προσέτι πολλὴν καὶ θαυμάσιον καρτερίαν τοῦ
25Ἰουδαίου ἀνδρὸς ἐν τῇ διαίτῃ καὶ σωφροσύνην διεξιών. ἔνεστι δὲ τοῖς βουλομέ‐ νοις ἐξ αὐτοῦ τὸ πλέον γνῶναι τοῦ βιβλίου. φυλάττομαι γὰρ ἐγὼ τὰ πλείω τῶν ἱκανῶν παρατίθεσθαι. Κλέαρχος μὲν οὖν ἐν παρεκβάσει ταῦτ’ εἴρηκεν, τὸ γὰρ προκείμενον αὐτῷ ἦν [καθ’] ἕτερον, οὕτως ἡμῶν μνημονεύσας.

7

Proclus in Platonis Rem publicam II p. 122, 22 Kroll: ὅτι δὲ καὶ ἐξιέναι τὴν ψυχὴν καὶ εἰσιέναι δυνατὸν εἰς τὸ σῶμα δηλοῖ καὶ ὁ παρὰ τῷ Κλεάρχῳ τῇ ψυχουλκῷ ῥάβδῳ χρησάμενος ἐπὶ τοῦ μειρακίου τοῦ καθεύδοντος καὶ πείσας τὸν δαιμόνιον Ἀριστοτέλη, καθάπερ ὁ Κλέαρχος ἐν τοῖς περὶ ὕπνου
5φησίν, περὶ τῆς ψυχῆς, ὡς ἄρα χωρίζεται τοῦ σώματος καὶ ὡς εἴσεισιν εἰς τὸ σῶμα καὶ ὡς χρῆται αὐτῷ οἷον καταγωγίῳ. τῇ γὰρ ῥάβδῳ πλήξας τὸν παῖδα τὴν ψυχὴν ἐξείλκυσεν καὶ οἷον ἄγων δι’ αὐτῆς πόρρω τοῦ σώματος ἀκίνητον ἐνέδειξε τὸ σῶμα καὶ ἀβλαβὲς σῳζόμενον ἀναισθητεῖν πρὸς 〈τὰς πληγὰς τῶν〉 γναπτόν‐ των ὅμοιον ἀψύχῳ. ἐκείνην δὲ μεταξὺ διενεχθεῖσαν πόρρω τοῦ σώματος ἐγγύθεν
10αὐτῆς ἀγομένης πάλιν τῆς ῥάβδου μετὰ τὴν εἴσοδον ἀπαγγέλλειν ἕκαστα. τοιγαρ‐ οῦν ἐκ τούτων πιστεῦσαι τούς τε ἄλλους τῆς τοιαύτης ἱστορίας θεατὰς καὶ τὸν Ἀριστοτέλην χωριστὴν εἶναι τοῦ σώματος τὴν ψυχήν. τοῦτο μὲν οὖν ὅπερ λέγω, τὸ τὴν ψυχὴν ἐξιέναι τε δύνασθαι τοῦ σώματος καὶ αὖθις εἰσιέναι καὶ ἔμπνουν ποιεῖν ὅπερ ἀπελελοίπει, ταῦτά τε δηλοῖ πάλαι τοῖς ἡγεμόσιν τοῦ Περιπάτου γε‐
15γραμμένα καὶ κτλ.

8

Proclus in Platonis Rem publicam II p. 113, 19 Kroll: καὶ γὰρ ἐφ’ ἡμῶν τινες ἤδη καὶ ἀποθανεῖν ἔδοξαν καὶ μνήμασιν ἐνετέθησαν καὶ ἀνεβίω‐ σαν καὶ ὤφθησαν οἱ μὲν ἐγκαθήμενοι τοῖς μνήμασιν, οἱ δὲ καὶ 〈ἐφ〉εστῶτες· καθάπερ δὴ καὶ ἐπὶ τῶν πάλαι γεγονότων ἱστοροῦνται καὶ Ἀριστέας ὁ Προκον‐
5νήσιος καὶ Ἑρμότιμος ὁ Κλαζομένιος καὶ Ἐπιμενίδης ὁ Κρὴς μετὰ θάνατον ἐν
τοῖς ζῶσιν γενόμενοι. καὶ τί δεῖ πολλὰ λέγειν; ὅπου γε καὶ ὁ μαθητὴς Ἀριστοτέ‐ λους Κλέαρχος ἱστορίαν τινὰ τοιαύτην πρῶτος παραδέδωκεν θαυμασίαν. Κλεώ‐ νυμος ὁ Ἀθηναῖος, φιλήκοος ἀνὴρ τῶν ἐν φιλοσοφίᾳ λόγων, ἑταίρου τινὸς αὐτῷ τελευτήσαντος περιαλγὴς γενόμενος καὶ ἀθυμήσας ἐλιποψύχησέν τε καὶ τεθνάναι11
10δόξας τρίτης ἡμέρας οὔσης κατὰ τὸν νόμον προυτέθη. περιβάλλουσα δὲ αὐτὸν ἡ μήτηρ καὶ πανύστατον ἀσπαζομένη, τοῦ προσώπου θοἰμάτιον ἀφελοῦσα καὶ καταφιλοῦσα τὸν νεκρὸν ᾔσθετο βραχείας ἀναπνοῆς αὐτῷ τινος ἐγκειμένης. περιχαρῆ δὲ αὐτὴν γενομένην ἐπισχεῖν τὴν ταφήν. τὸν δὲ Κλεώνυμον ἀναφέροντα κατὰ μικρὸν ἐγερθῆναι καὶ εἰπεῖν ὅσα τε ἐπειδὴ χωρὶς ἦν τοῦ σώματος καὶ οἷα
15ἴδοι καὶ ἀκούσειεν. τὴν μὲν οὖν αὑτοῦ ψυχὴν φάναι παρὰ τὸν θάνατον οἷον ἐκ δεσμῶν δόξαι τινῶν ἀφειμένην τοῦ σώματος παρεθέντος μετέωρον ἀρθῆναι, καὶ ἀρθεῖσαν ὑπὲρ γῆς ἰδεῖν τόπους ἐν αὐτῇ παντοδαποὺς καὶ τοῖς σχήμασι καὶ τοῖς χρώμασιν καὶ ῥεύματα ποταμῶν ἀπρόσοπτα ἀνθρώποις· καὶ τέλος ἀφικέσθαι εἴς τινα χῶρον ἱερὸν τῆς Ἑστίας, ὃν περιέπειν δαιμονίας δυνάμεις ἐν γυναικῶν
20μορφαῖς ἀπεριηγήτοις. εἰς δὲ ἐκεῖνον αὑτὸν τὸν τόπον καὶ ἄλλον ἀφικέσθαι ἄν‐ θρωπον καὶ ἀμφοῖν τὴν αὐτὴν γενέσθαι φωνήν, μένειν τε ἡσυχῇ καὶ ὁρᾶν τὰ ἐκεῖ πάντα. καὶ δὴ καὶ ὁρᾶν ἄμφω ψυχῶν ἐκεῖ κολάσεις τε καὶ κρίσεις καὶ τὰς ἀεὶ καθαιρομένας καὶ τὰς τούτων ἐπισκόπους Εὐμενίδας. ἔπειτα κελευσθῆναι ἀποχωρεῖν, καὶ ἀποχωρήσαντας ἀλλήλους ἐπανερέσθαι τίνες εἶεν, καὶ εἰπεῖν
25ἀλλήλοις τὰ ὀνόματα καὶ τὰς πατρίδας, τὸν μὲν Ἀθήνας καὶ Κλεώνυμον, τὸν δὲ Συρακούσας καὶ Λυσίαν, καὶ ἀλλήλοις παρακελεύσασθαι ζητῆσαι πάντως ἑκάτε‐ ρον, ἐὰν εἰς τὴν θατέρου πόλιν ἀφίκηται, τὸν ἀπ’ ἐκείνης ὡρμημένον. καὶ μετὰ χρόνον οὐ πολὺν ἐλθεῖν μὲν Ἀθήναζε τὸν Λυσίαν, πόρρωθεν δὲ αὐτὸν ἰδόντα τὸν Κλεώνυμον ἀναβοῆσαι τοῦτον εἶναι τὸν Λυσίαν, καὶ τοῦτον ὡσαύτως ἐπι‐
30γνῶναί τε πρὶν προσέλθῃ καὶ τοῖς παροῦσιν εἰπεῖν τοῦτον εἶναι τὸν Κλεώνυμον.

9

Theodoret. Graec. affect. curatio V 18: Κλέαρχος δὲ τῶν τεττά‐ ρων εἶναι στοιχείων τὴν ἁρμονίαν (sc. τὴν ψυχήν).

11

Schol. Platon. Leges 739 a: παρὰ παροιμίας φησὶ τῆς κινήσω τὸν ἀφ’ ἱερᾶς, ἣ τέτακται ἐπὶ τῶν τὴν ἐσχάτην βοήθειαν κινούντων. μετείληπται δὲ ἀπὸ τῶν πεττευόντων, παρὰ τούτοις γὰρ κεῖταί τις ψῆφος οἷον ἱερὰ καὶ ἀκίνητος, θεῶν νομιζομένη, ὥς φησιν Κλέαρχος ἐν Ἀρκεσίλᾳ.

12

Eustath. In Homer. α 107 p. 1397, 34: Κλέαρχος τοῖς πέντε
φησὶ πλάνησιν ἀναλογεῖν (sc. τοὺς πεσσούς).12

13

Diogenes Laert. I 9: Κλέαρχος δὲ ὁ Σολεὺς ἐν τῷ περὶ παιδείας καὶ τοὺς Γυμνοσοφιστὰς ἀπογόνους εἶναι τῶν Μάγων φησίν.

14

Hesych. s. v. Μανέρως (cf. Pollux IV 54): τοῦτόν φασιν Αἰγύπτιον ὁμολογῆσαι πρῶτον παρὰ Μουσῶν διδαχθέντα, καὶ διὰ τοῦτο πᾶσιν ἀνὰ στόμα γενέσθαι, ὡς Κλέαρχος ἐν τοῖς περὶ παιδείας ἱστορεῖ.

15

Athenaeus XV 697 f: Κλέαρχος, ὦ λῷστε, ἐν δευτέρῳ περὶ παιδείας οὑτωσί φησιν: λείπεται τίς ὁ συρβηνέων χορός, ὧν ἕκαστον τὸ δο‐ κοῦν ἑαυτῷ κατᾷσαι δεῖ, προσέχοντα οὐδὲν τῷ προκαθημένῳ καὶ διδάσκοντι τὸν χορόν, ἀλλ’ 〈οὗτοσ〉 αὐτὸς πολὺ τούτων ἀτακτότερός ἐστιν θεατής.

16

Athenaeus XIII 611 b: συνελόντι δὲ εἰπεῖν κατὰ τὸν Σολέα Κλέαρχον οὐ καρτερικὸν βίον ἀσκεῖτε, κυνικὸν δὲ τῷ ὄντι ζῆτε, καίτοι τοῦ ζῴου τούτου ἐν τέτταρσι τὴν φύσιν περιττὴν ἔχοντος, ὧνπερ ὑμεῖς τὰ χείρω μερισά‐ μενοι τηρεῖτε. αἰσθήσει τε γὰρ τῇ κατ’ ὄσφρανσιν καὶ πρὸς τὸ οἰκεῖον καὶ
5ἀλλότριον θαυμαστόν, καὶ τῷ συνανθρωπίζον οἰκουρὸν εἶναι καὶ φυλακτικὸν τοῦ τῶν εὖ δρώντων βίου πάντων περιττότατον. ὧν οὐδέτερον πρόσεστιν ὑμῖν τοῖς τὸν κυνικὸν βίον μιμουμένοις. οὔτε γὰρ συνανθρωπίζετε οὔτε διαγινώσκετε οὐδένα τῶν ὁμιλούντων, αἰσθήσει τε πολλῷ ὑστεροῦντες ἀργῶς καὶ ἀφυλάκ‐ τως ζῆτε. λοιδόρου δὲ καὶ παμφάγου τοῦ ζῴου πεφυκότος, ἔτι δὲ ταλαιπώρου
10καὶ γυμνοῦ τὸν βίον, ἄμφω ταῦτα μελετᾶτε, κακολόγοι καὶ βοροὶ πρός τε τού‐ τοις ἄνοικοι καὶ ἀνέστιοι βιοῦντες.

17

Athenaeus XII 533 e: Κλέαρχος δὲ ἐν πρώτῳ περὶ φιλίας τὸν Θεμιστοκλέα φησὶ τρίκλινον οἰκοδομησάμενον περικαλλέστατον ἀγαπᾶν 〈ἂν〉 ἔφησεν, εἰ τοῦτον φίλων πληρώσειεν.

18

Athenaeus VIII 349 f: Κλέαρχος δ’ ἐν δευτέρῳ περὶ φιλίας Στρατόνικος, φησίν, ὁ κιθαριστὴς ἀναπαύεσθαι μέλλων ἐκέλευεν ἀεὶ τὸν παῖδα προσφέρειν αὑτῷ πιεῖν. οὐχ ὅτι διψῶ, φησίν, ἵνα δὲ μὴ διψήσω.

19

Athenaeus VI 255 c: Κλέαρχος δ’ ὁ Σολεὺς ἐν τῷ ἐπιγραφο‐
μένῳ Γεργιθίῳ καὶ πόθεν ἡ ἀρχὴ τοῦ ὀνόματος τῶν κολάκων παρῆλθεν διη‐ γεῖται [καὶ] αὐτὸν τὸν Γεργίθιον ὑποτιθέμενος, ἀφ’ οὗ τὸ βιβλίον ἔχει τὴν ἐπι‐ γραφήν, ἕνα γεγονότα τῶν Ἀλεξάνδρου κολάκων. διηγεῖται δὲ οὕτως, τὴν13
5κολακείαν ταπεινὰ ποιεῖν τὰ ἤθη τῶν κολάκων καταφρονητικῶν ὄντων τῶν περὶ αὐτούς. σημεῖον δὲ τὸ πᾶν ὑπομένειν εἰδότας οἷα τολμῶσι. τὰ δὲ τῶν κολακευο‐ μένων ἐμφυσωμένων τῇ κολακείᾳ χαῦνα καὶ κενὰ ποιοῦσαν 〈αὐτήν〉, πάντα ἐν ὑπεροχῇ παρ’ αὐτοῖς ὑπολαμβάνεσθαι κατασκευάζεσθαι. ἑξῆς τε διηγούμενος περί τινος μειρακίου Παφίου μὲν τὸ γένος, βασιλέως δὲ τὴν τύχην, τοῦτο, φησί,
10τὸ μειράκιον (οὐ λέγων αὐτοῦ τοὔνομα) κατέκειτο δι’ ὑπερβάλλουσαν τρυφὴν ἐπὶ ἀργυρόποδος κλίνης ὑπεστρωμένης Σαρδιανῇ ψιλοτάπιδι τῶν πάνυ πολυτε‐ λῶν. ἐπεβέβλητο δ’ αὐτῷ πορφυροῦν ἀμφίταπον Ἀμοργίνῳ καλύμματι περιει‐ λημμένον. προσκεφάλαια δ’ εἶχε τρία μὲν ὑπὸ τῇ κεφαλῇ βύσσινα παραλουργῆ, δι’ ὧν ἠμύνετο τὸ καῦμα, δύο δ’ ὑπὸ τοῖς ποσὶ ὑσγινοβαφῆ τῶν Δωρικῶν κα‐
15λουμένων. ἐφ’ ὧν κατέκειτο 〈ἐν〉 λευκῇ χλανίδι. παραδεδεγμένοι δ’ εἰσὶ πάντες οἱ κατὰ τὴν Κύπρον μόναρχοι τὸ τῶν εὐγε‐ νῶν κολάκων γένος ὡς χρήσιμον· πάνυ γὰρ τὸ κτῆμα τυραννικόν ἐστι. καὶ τούτων οἷον Ἀρεοπαγιτῶν τινων οὔτε τὸ πλῆθος οὔτε τὰς ὄψεις ἔξω τῶν ἐπι‐ φανεστάτων οἶδεν οὐδείς. διῃρημένων δὲ διχῇ κατὰ συγγένειαν τῶν ἐν τῇ
20Σαλαμῖνι κολάκων, ἀφ’ ὧν εἰσιν οἱ κατὰ τὴν ἄλλην Κύπρον κόλακες, τοὺς μὲν Γεργίνους, τοὺς δὲ Προμάλαγγας προσαγορεύουσιν. ὧν οἱ μὲν Γεργίνοι συνα‐ ναμιγνύμενοι τοῖς κατὰ τὴν πόλιν ἔν τε τοῖς ἐργαστηρίοις καὶ ταῖς ἀγοραῖς ὠτακουστοῦσι κατασκόπων ἔχοντες τάξιν, ὅτι δ’ ἂν ἀκούσωσιν ἀναφέρουσιν ἑκάστης ἡμέρας πρὸς τοὺς καλουμένους ἄνακτας. οἱ δὲ Προμάλαγγες ζητοῦσιν
25ἄν τι τῶν ὑπὸ τῶν Γεργίνων προσαγγελθέντων οὐκ ἀνάξιον εἶναι ζητήσεως δόξῃ, ὄντες τινὲς ἐρευνηταί. καὶ τούτων οὕτως ἔντεχνος καὶ πιθανὴ πρὸς ἅπαν‐ τας ἡ ἔντευξις, ὥστ’ ἔμοιγε δοκεῖ, καθάπερ καὶ αὐτοί φασι, παρ’ ἐκείνων εἰς τοὺς ἔξω τόπους διαδεδόσθαι τὸ σπέρμα τῶν ἐλλογίμων κολάκων. καὶ γὰρ οὐχ οἷον μετρίως ἐπὶ τῷ πράγματι σεμνύνονται διὰ τὸ τετιμῆσθαι παρὰ τοῖς βασι‐
30λεῦσιν, ἀλλὰ καὶ λέγουσιν ὅτι τῶν Γεργίνων τις ἀπόγονος ὢν τῶν Τρώων ἐκείνων, οὓς Τεῦκρος ἀπὸ τῶν αἰχμαλώτων κατακτησάμενος εἰς Κύπρον ἔχων ἀπῴκησεν, οὗτος διὰ τῆς παραλίας μετ’ ὀλίγων στείλας ἐπὶ τῆς Αἰολίδος κατὰ πύστιν ἅμα καὶ οἰκισμὸν τῆς τῶν προγόνων χώρας πόλιν οἰκίσειε περὶ τὴν Τρωικὴν Ἴδην συμπαραλαβών τινας τῶν Μυσῶν, ἣ πάλαι μὲν ἀπὸ τοῦ γένους
35Γέργινα, νῦν δὲ Γέργιθα κέκληται ..... τούτου γάρ, ὡς ἔοικε, τοῦ στόλου τινὲς ἀποσπασθέντες ἐν τῇ Κυμαίᾳ κατέσχον ἐκ Κύπρου τὸ γένος ὄντες, ἀλλ’ οὐκ ἐκ
τῆς Θετταλικῆς Τρίκκης, καθάπερ τινὲς εἰρήκασιν, ὧν ἰατρεῦσαι τὴν ἄγνοιαν οὐδ’ Ἀσκληπιάδαις τοῦτό γε νομίζω δεδόσθαι. γεγόνασι δὲ παρ’ ἡμῖν καὶ ἐπὶ Γλοῦ τοῦ Καρὸς καὶ γυναῖκες ὑπὸ τὰς ἀνάσσας αἱ προσαγορευθεῖσαι κολακίδες.14
40ἀφ’ ὧν ὑπολιπεῖς τινες εἰς τὸ πέραν ἀφικόμεναι μετάπεμπτοι πρός τε τὰς Ἀρτα‐ βάζου καὶ τὰς Μέντορος γυναῖκας Κλιμακίδες μετωνομάσθησαν ἀπὸ τοιαύτης πράξεως· ταῖς μεταπεμψαμέναις ἀρεσκευόμεναι κλίμακα κατεσκεύαζον ἐξ ἑαυ‐ τῶν οὕτως ὥστ’ ἐπὶ τοῖς νώτοις αὐτῶν τὴν ἀνάβασιν γίγνεσθαι καὶ τὴν κατά‐ βασιν ταῖς ἐπὶ τῶν ἁμαξῶν ὀχουμέναις. εἰς τοῦτο τρυφῆς, ἵνα μὴ ἀθλιότητος
45εἴπω, προηγάγοντο τεχνώμεναι τὰς ἀφρονεστάτας. τοιγαροῦν αὗται μὲν ἐκ τῶν λίαν μαλακῶν ὑπὸ τῆς τύχης μεταβιβασθεῖσαι σκληρῶς ἐβίωσαν ἐπὶ γήρως, αἱ δέ, τῶν παρ’ ἡμῖν ταῦτα διαδεξαμένων, ἐκπεσοῦσαι τῆς ἐξουσίας κατῆραν εἰς Μακεδονίαν, καὶ τὰς τῶν ἐκεῖ κυρίας τε καὶ βασιλίδας ὃν τρόπον ταῖς ὁμιλίαις διέθεσαν οὐδὲ λέγειν καλόν, πλὴν ὅτι μαγευόμεναι καὶ μαγεύουσαι ταυροπόλοι

19

(50)

καὶ τριοδίτιδες αὗται πρὸς ἀλήθειαν ἐγένοντο, πλήρεις πάντων ἀποκαθαρμάτων. τοσούτων ἔοικε καὶ τοιούτων ἡ κολακεία κακῶν αἰτία γενέσθαι τοῖς διὰ τὸ κολακεύεσθαι προσδεξαμένοις αὐτήν. προελθὼν δὲ πάλιν ὁ Κλέαρχος καὶ τάδε φησίν: ἀλλ’ ἤδη τῇ τούτων χρείᾳ μέμψαιτ’ ἄν τις τὸ μειράκιον, ὥσπερ εἶπον. οἱ μὲν γὰρ παῖδες μικρὸν ἄπωθεν
55τῆς κλίνης ἐν χιτωνίσκοις ἕστασαν. τριῶν δ’ ὄντων ἀνδρῶν, δι’ οὓς δὴ νῦν ὁ πᾶς λόγος ἐνέστηκε, καὶ τούτων ὄντων ἐπωνύμων παρ’ ἡμῖν, ὁ μὲν εἷς ἐπὶ τῆς κλίνης πρὸς ποδῶν καθῆστο τοὺς τοῦ μειρακίου πόδας ἐπὶ τοῖς αὑτοῦ γόνασι λεπτῷ λῃδίῳ συνημφιακώς. ὃ δὲ ἐποίει δήπου καὶ μὴ λέγοντος οὐκ ἄδηλον. καλεῖται δ’ οὗτος ὑπὸ τῶν ἐγχωρίων Παράβυστος διὰ τὸ καὶ τῶν μὴ παραδεχο‐
60μένων ὅμως τεχνικώτατα κολακεύων παρεμπίπτειν ἐς τὰς ὁμιλίας. ἅτερος δ’ ἦν ἐπί τινος δίφρου κειμένου παρ’ αὐτὴν τὴν κλίνην καὶ τοῦ νεανίσκου τὴν χεῖρα παρεικότος ἐκκρεμάμενος ταύτης καὶ προσπεπτωκὼς κατέψηχέ τε καὶ τῶν δακ‐ τύλων ἕκαστον ἐν μέρει διαλαμβάνων εἷλκέ τε καὶ ἐξέτεινεν. ὥστε τὸν πρῶτον αὐτὸν ἐπονομάσαντα Σικύαν εὐστόχως εἰρηκέναι δοκεῖν. ὁ δὲ τρίτος ὁ Θὴρ ὁ
65γενναιότατος, ὅσπερ ἦν τῆς ὑπηρεσίας πρωταγωνιστής, προσεστηκὼς αὐτῷ κατὰ κεφαλὴν μετεῖχε τῶν βυσσίνων προσκεφαλαίων ἀποκεκλιμένος εἰς αὐτὰ πάνυ φιλικῶς. καὶ τῇ μὲν ἀριστερᾷ τὸ τοῦ μειρακίου τριχωμάτιον ἐπικοσμῶν, τῇ δεξιᾷ δὲ Φωκαικὸν ψῆγμά τι διακινῶν καὶ αἰωρῶν ἡδὺς ἦν, ἀλλ’ † οὐκ † ἀποσοβῶν. διὸ ἐμοὶ δοκεῖν αὐτῷ δαίμων τις ἐλευθέριος νεμεσήσας ἐφίησι [τῷ μειρακίῳ] μυῖαν,
70οὐκ ἄλλην ἢ κείνην ἧς καὶ τὴν Ἀθηνᾶν φησιν Ὅμηρος ἐνεῖναι τῷ Μενελάῳ τὸ θάρσος, οὕτως ἦν ἐρρωμένη καὶ ἄφοβος τὴν ψυχήν. δηχθέντος δὲ τοῦ μειρακίου
τηλικοῦτον ἀνέκραγεν ἅνθρωπος ὑπὲρ ἐκείνου καὶ οὕτως ἠγανάκτησεν ὥστε διὰ τὴν πρὸς μίαν ἔχθραν ἁπάσας ἐκ τῆς οἰκίας ἤλαυνεν. ὅθεν καὶ φανερὸς ἐγένετο πρὸς τούτῳ τεταχὼς αὑτόν.15

20

Athenaeus VI 258 a: εἴη οὖν ἂν ὁ τοῦ προειρημένου μειρακίου κόλαξ μαλακοκόλαξ, ὥς φησιν ὁ Κλέαρχος. πρὸς γὰρ τῷ οὕτω κολακεύειν καὶ τὸ σχῆμα τῶν κολακευομένων ἐπακολουθῶν ἀποπλάττεται παραγκωνίζων καὶ σπαρ‐ γανῶν ἑαυτὸν τοῖς τριβωναρίοις. ὅθεν αὐτὸν οἱ μὲν παραγκωνιστήν, οἱ δὲ σχη‐
5ματοθήκην καλοῦσι. κατ’ ἀλήθειαν γὰρ ὁ κόλαξ ἔοικεν εἶναι τῷ Πρωτεῖ ὁ αὐτός. γίγνεται γοῦν παντοδαπὸς οὐ μόνον κατὰ τὴν μορφήν, ἀλλὰ καὶ κατὰ τοὺς λό‐ γους, οὕτω ποικιλόφωνός τις ἐστίν.

21

Athenaeus VI 255 b: Κλέαρχος δ’ ὁ Σολεὺς ἐν τῷ πρώτῳ τῶν ἐρωτικῶν κόλαξ μὲν οὐδείς, φησί, διαρκεῖ πρὸς φιλίαν. καταναλίσκει γὰρ ὁ χρόνος τὸ τοῦ προσποιήματος αὐτῶν ψεῦδος. ὁ δ’ ἐραστὴς κόλαξ ἐστὶ φιλίας δι’ ὥραν ἢ κάλλος.

22

Athenaeus XIII 564 a: καὶ γὰρ τὸ παλαιὸν παίδων ἤρων, ὡς καὶ ὁ Ἀρίστων ἔφη, ὅθεν καὶ καλεῖσθαι τοὺς ἐρωμένους συνέβη παιδικά. πρὸς ἀλή‐ θειαν γάρ, καθάπερ φησὶ Κλέαρχος ἐν τῷ πρώτῳ τῶν ἐρωτικῶν, Λυκοφρονίδην εἰρηκέναι φησίν
5οὔτε παιδὸς ἄρρενος οὔτε παρθένων τῶν χρυσοφόρων οὐδὲ γυναικῶν βαθυκόλπων καλὸν τὸ πρόσωπον, ἐὰν μὴ κόσμιον πεφύκῃ. ἡ γὰρ αἰδὼς ἄνθος ἐπισπείρει (fr. 1 D).

23

Athenaeus XIII 605 d: τότε γὰρ καὶ οἱ παῖδές εἰσιν καλοί, ὡς Γλυκέρα ἔφασκεν ἡ ἑταίρα, ὅσον ἐοίκασι γυναιξὶ χρόνον, καθάπερ ἱστορεῖ Κλέ‐ αρχος.

24

Athenaeus XV 669 f: φὴς οὖν: διὰ τί, τῶν ἐστεφανωμένων ἐὰν λύηται ὁ στέφανος, ἐρᾶν λέγονται; πότερον ὅτι ὁ ἔρως τοῦ τῶν ἐρώντων ἤθους περιαιρεῖται τὸν κόσμον, διὰ τοῦτο τὴν τοῦ ἐπιφανοῦς κόσμου περιαίρεσιν φρυκ‐ τόν τινα, φησὶ Κλέαρχος ἐν πρώτῳ ἐρωτικῶν, καὶ σημεῖον νομίζουσιν τοῦ καὶ
5τὸν τοῦ ἤθους κόσμον περιῃρῆσθαι τοὺς τοιούτους; ἢ καθάπερ ἐπὶ τῆς μαντικῆς ἄλλα πολλὰ καὶ τοῦτο σημειοῦνταί τινες; ὁ γὰρ ἐκ τοῦ στεφάνου κόσμος οὐδὲν ἔχων μόνιμον σημεῖόν ἐστι πάθους ἀβεβαίου μὲν κεκαλλωπισμένου δέ. τοιοῦτος δ’ ἐστὶν ὁ ἔρως· οὐδένες γὰρ μᾶλλον τῶν ἐν τῷ ἐρᾶν ὄντων καλλωπίζονται. εἰ μὴ ἄρα ἡ φύσις οἱονεί τι δαιμόνιον δικαίως βραβεύουσα τῶν πραγμάτων ἕκαστον
10οἴεται δεῖν τοὺς ἐρῶντας μὴ στεφανοῦσθαι πρὶν κρατήσωσιν τοῦ ἔρωτος. τοῦτο δ’ ἔστιν ὅταν κατεργασάμενοι τὸν ἐρώμενον ἀπαλλαγῶσιν τῆς ἐπιθυμίας. τὴν ἀφαίρεσιν οὖν τοῦ στεφάνου σημεῖον τοῦ ἔτι ἐν τῷ διαγωνίζεσθαι εἶναι ποιού‐ μεθα. ἢ ὁ Ἔρως αὐτὸς οὐκ ἐῶν καθ’ αὑτοῦ στεφανοῦσθαι καὶ ἀνακηρύττεσθαι τῶν μὲν τὸν στέφανον περιαιρεῖ, τοῖς δὲ λοιποῖς ἐνδίδωσιν αἴσθησιν μηνύων16
15ὅτι ἡττῶνται ὑπὸ αὐτοῦ· διὸ ἐρᾶν οἱ λοιποὶ τοὺς τοιούτους φασίν. ἢ ὅτι λύεται μὲν πᾶν τὸ δεδεμένον, ὁ δὲ ἔρως στεφανουμένων τινῶν δεσμός ἐστιν, οὐθένες γὰρ ἄλλοι τῶν δεδεμένων περὶ τὸ στεφανοῦσθαι σπουδάζουσιν πλὴν οἱ ἐρῶντες, τὴν τοῦ στεφάνου δὴ λύσιν σημεῖον τοῦ περὶ τὸν ἔρωτα δεσμοῦ νομίζοντες ἐρᾶν φασιν τοὺς τοιούτους; ἢ διὰ τὸ πολλάκις τοὺς ἐρῶντας διὰ τὴν πτοίησιν, ὡς
20ἔοικεν, στεφανουμένους περιαιρεῖν αὑτῶν τὸν στέφανον ἀντιστρέφομεν τῇ ὑπο‐ νοίᾳ τὸ πάθος, ὡς οὐκ ἄν ποτε τοῦ στεφάνου περιρρέοντος εἰ μὴ ἤρων; ἢ ὅτι ἀναλύσεις περὶ μόνους μάλιστα τοὺς ἐρῶντας καὶ καταδεδεμένους γίνονται, τὴν δὲ τοῦ στεφάνου ἀνάλυσιν καταδεδεμένων τινῶν εἶναι νομίζοντες ἐρᾶν φασι τοὺς τοιούτους; καταδέδενται γὰρ οἱ ἐρῶντες. εἰ μὴ ἄρα διὰ τὸ κατεστέφθαι τῷ
25ἔρωτι τοὺς ἐρῶντας οὐκ ἐπίμονος αὐτῶν ὁ στέφανος γίνεται. χαλεπὸν γὰρ ἐπὶ μεγάλῳ καὶ θείῳ στεφάνῳ μικρὸν καὶ τὸν τυχόντα μεῖναι. στεφανοῦσιν δὲ τὰς τῶν ἐρωμένων θύρας ἤτοι τιμῆς χάριν καθαπερεί τινος θεοῦ τὰ πρόθυρα [στε‐ φανοῦσιν αὐτῶν], ἢ οὐ τοῖς ἐρωμένοις ἀλλὰ τῷ Ἔρωτι ποιούμενοι τὴν τῶν στε‐ φάνων ἀνάθεσιν τοῦ μὲν Ἔρωτος τὸν ἐρώμενον ἄγαλμα, τούτου δὲ ναὸν ὄντα
30τὴν οἴκησιν στεφανοῦσιν [τὰ τῶν ἐρωμένων πρόθυρα]· διὰ ταῦτα δὲ καὶ θύου‐ σιν ἔνιοι ἐπὶ ταῖς τῶν ἐρωμένων θύραις. ἢ μᾶλλον ὑφ’ ὧν οἴονταί τε καὶ πρὸς ἀλήθειαν τὸν τῆς ψυχῆς κόσμον ἐσκύλευνται, [καὶ] τούτοις καὶ τὸν τοῦ σώματος κόσμον ὑπὸ τοῦ πάθους ἐξαγόμενοι [καὶ] σκυλεύοντες ἑαυτοὺς ἀνατιθέασιν. πᾶς δ’ ὁ ἐρῶν τοῦτο δρᾷ μὲν 〈παρόντοσ〉, μὴ παρόντος δὲ τοῦ ἐρωμένου τοῦ ἐμ‐
35ποδὼν ποιεῖται τὴν ἀνάθεσιν. ὅθεν Λυκοφρονίδης τὸν ἐρῶντα ἐκεῖνον αἰπόλον ἐποίησε λέγοντα·
τόδ’ ἀνατίθημί σοι ῥόδον,
καλὸν ἄνθημα καὶ πέδιλα καὶ κυνέαν
καὶ τὰν θηροφόνον λογχίδ’, ἐπεί μοι νόος ἄλλᾳ κέχυται
40ἐπὶ τὰν Χάρισι〈ν〉 φίλαν παῖδα καὶ καλάν (2 D).

25

Athenaeus XII 553 e: Κλέαρχος δ’ ὁ Σολεὺς ἐν τοῖς ἐρωτικοῖς διὰ τί, φησί, μετὰ χεῖρας ἄνθη καὶ μῆλα καὶ τὰ τοιαῦτα φέρομεν; πότερον ὅτι καὶ διὰ τῆς τούτων ἀγαπήσεως ἡ φύσις μηνύει τοὺς τῆς ὥρας ἔχοντας τὴν ἐπι‐ θυμίαν; διὰ τοῦτ’ οὖν οἱονεὶ δεῖγμα τῆς ὄψεως τὰ ὡραῖα μετὰ χεῖρας ἔχουσιν καὶ
5χαίρουσιν αὐτοῖς; ἢ δυοῖν χάριν ταῦτα περιφέρουσιν; ἀρχή τε γὰρ ἐντυχίας καὶ παράδειγμα τῆς βουλήσεως αὐτοῖς γίνεται διὰ τούτων, αἰτηθεῖσι μὲν τὸ προσαγο‐ ρευθῆναι, δοῦσι δὲ 〈τὸ〉 προυπογράφειν ὅτι δεῖ καὶ αὐτοὺς μεταδιδόναι τῆς ὥρας. ἡ γὰρ τῶν ὡραίων ἀνθῶν καὶ καρπῶν αἴτησις ...... εἰς ἀντίδοσιν τῆς τοῦ σώ‐ ματος ὥρας προκαλεῖται τοὺς λαβόντας. ἢ τὴν τούτων ὥραν παραψυχὴν καὶ παρα‐17
10μυθίαν τῆς ἐπὶ τῶν ἐρωμένων ὥρας ταῖς ἐπιθυμίαις ἔχοντες χαίρουσιν αὐτοῖς. ἐκκρούεται γὰρ ὑπὸ τῆς τούτων παρουσίας ὁ τῶν ἐρωμένων πόθος. εἰ μὴ ἄρα τοῦ περὶ αὑτοὺς κόσμου χάριν καθάπερ ἄλλο τι τῶν πρὸς καλλωπισμὸν συντει‐ νόντων ἔχουσί τε ταῦτα καὶ χαίρουσιν αὐτοῖς. οὐ γὰρ μόνον στεφανουμένων τοῖς ὡραίοις ἄνθεσιν, ἀλλὰ καὶ μετὰ χεῖρας ἐχόντων τὸ πᾶν εἶδος ἐπικοσμεῖται· τάχα
15δ’ ἴσως διὰ τὸ φιλοκάλους εἶναι. δηλοῖ δὲ τὸ τῶν καλῶν ἐρᾶν καὶ πρὸς τὰ ὡραῖα φιλικῶς ἔχειν. καλὸν γὰρ τὸ τῆς ὀπώρας καὶ τὸ τῆς ὥρας ὄντως πρόσωπον ἔν τε καρποῖσι καὶ ἄνθεσι θεωρούμενον. ἢ πάντες οἱ ἐρῶντες οἷον ἐκτρυφῶντες ὑπὸ τοῦ πάθους καὶ ὡριαινόμενοι τοῖς ὡραίοις ἁβρύνονται. φυσικὸν γὰρ δή τι τὸ τοὺς οἰομένους εἶναι καλοὺς καὶ ὡραίους ἀνθολογεῖν. ὅθεν αἵ τε περὶ τὴν Περ‐
20σεφόνην ἀνθολογεῖν λέγονται καὶ Σαπφώ φησιν ἰδεῖν ἄνθε’ ἀμέργουσαν παῖδ’ ἄγαν ἁπαλάν (fr. 111 D).

26

Athenaeus XIII 605 e: ὑμεῖς δέ, ὦ φιλόσοφοι, κἂν ἐρασθέντες ποτὲ γυναικῶν ἐν ἐννοίᾳ λάβητε ὡς ἀδύνατόν ἐστι τὸ τυχεῖν, μάθετε 〈ὅτι ἀδυ‐ νατοῦσι〉 παύονται οἱ ἔρωτες, ὥς φησι Κλέαρχος. τῇ τε γὰρ περὶ τὴν Πειρήνην χαλκῇ βοὶ βοῦς ἐπανέβη, καὶ γεγραμμένῃ κυνὶ καὶ περιστερᾷ καὶ χηνὶ τῇ μὲν κύων,
5τῇ δὲ περιστερά, τῇ δὲ χὴν προσῆλθον καὶ ἐπεπήδησαν. φανέντων δὲ πᾶσι τού‐ τοις ἀδυνάτων ἀπέστησαν, καθάπερ Κλείσοφος ὁ Σηλυμβριανός. οὗτος γὰρ τοῦ ἐν Σάμῳ Παρίου ἀγάλματος ἐρασθεὶς κατέκλεισεν αὑτὸν ἐν τῷ ναῷ, ὡς πλη‐ σιάσαι δυνησόμενος. καὶ ὡς ἠδυνάτει διά τε τὴν ψυχρότητα καὶ τὸ ἀντίτυπον τοῦ λίθου, τηνικαῦτα τῆς ἐπιθυμίας ἀπέστη καὶ † προβαλλόμενος τὸ σαρκίον † ἐπλη‐
10σίασεν. τῆς πράξεως ταύτης μνημονεύει καὶ Ἄλεξις ὁ ποιητὴς ἐν τῷ ἐπιγραφο‐ μένῳ δράματι Γραφῇ λέγων ὧδε:
γεγένηται δ’, ὡς λέγουσιν, κἀν Σάμῳ
τοιοῦθ’ ἕτερον. λιθίνης ἐπεθύμησεν κόρης
ἄνθρωπος ἐγκατέκλεισέ[ν] θ’ αὑτὸν τῷ νεῷ.
15
(fr. 40 K) καὶ Φιλήμων τοῦ αὐτοῦ μνημονεύων φησίν:
ἀλλ’ ἐν Σάμῳ μὲν τοῦ λιθίνου ζῴου ποτὲ
ἄνθρωπος ἠράσθη τις. εἶτ’ εἰς τὸν νεὼν
κατέκλεισεν αὑτόν. (fr. 139 K)18

27

Athenaeus XIII 606 c: ἐν Αἰγίῳ δὲ παιδὸς ἠράσθη χήν, ὡς Κλέ‐ αρχος ἱστορεῖ ἐν πρώτῳ ἐρωτικῶν.

28

Athenaeus XIII 606 c: ἐν δὲ Λευκαδίᾳ φησὶν Κλέαρχος οὕτως ἐρασθῆναι ταὼν παρθένου ὡς καὶ τὸν βίον ἐκλιπούσῃ συναποθανεῖν.

29

Athenaeus XIII 573 a: Κλέαρχος δ’ ἐν πρώτῳ ἐρωτικῶν Γύγης, φησίν, ὁ Λυδῶν βασιλεὺς οὐ μόνον περὶ ζῶσαν τὴν ἐρωμένην περιβόητος γέ‐ γονεν, ἐγχειρίσας αὑτόν τε καὶ τὴν ἀρχὴν ἐκείνῃ πᾶσαν, ἀλλὰ καὶ τελευτησάσης συναγαγὼν τοὺς ἐκ τῆς χώρας Λυδοὺς πάντας ἔχωσε μὲν [Λυδίας] τὸ νῦν ἔτι
5καλούμενον τῆς ἑταίρας μνῆμα, εἰς ὕψος ἄρας ..... ὥστε περιοδεύοντος αὐτοῦ τὴν ἐντὸς τοῦ Τμώλου χώραν, οὗ ἂν ἐπιστραφεὶς τύχῃ, καθορᾶν τὸ μνῆμα καὶ πᾶσι τοῖς τὴν Λυδίαν οἰκοῦσιν ἄποπτον εἶναι.

30

Athenaeus XIII 589 d: Περικλῆς δὲ ὁ Ὀλύμπιος, ὥς φησι Κλέ‐ αρχος ἐν πρώτῳ ἐρωτικῶν, οὐχ ἕνεκεν Ἀσπασίας—οὐ τῆς νεωτέρας ἀλλὰ τῆς Σωκράτει τῷ σοφῷ συγγενομένης—καίπερ τηλικοῦτον ἀξίωμα συνέσεως καὶ πολιτικῆς δυνάμεως κτησάμενος, οὐ συνετάραξε πᾶσαν τὴν Ἑλλάδα;

31

Athenaeus XIII 590 b: ἔχων δὲ καὶ ἄλλα μαρτύρια ἀνατίθεμαι τὰ νῦν, ἕως ἂν ἀπομνημονεύσω τὸν [περὶ] τῶν καλῶν γυναικῶν κατάλογον. Κλέαρ‐ χος γὰρ περὶ Ἐπαμινώνδου φησὶν οὕτως: Ἐπαμινώνδας δ’ ὁ Θηβαῖος σεμνότε‐ ρον μὲν τούτων, οὐκ εὐσχημόνως δὲ περὶ τὰς ὁμιλίας ἐσφάλλετο τὴν γνώμην,
5εἴ τις θεωροίη τὰ πραχθέντα αὐτῷ περὶ τὴν Λάκωνος γυναῖκα.

32

Athenaeus XIV 619 c: Κλέαρχος δ’ ἐν πρώτῳ ἐρωτικῶν νόμιον καλεῖσθαί τινά φησιν ᾠδὴν ἀπ’ Ἠριφανίδος, γράφων οὕτως: Ἠριφανὶς ἡ μελο‐ ποιὸς Μενάλκου κυνηγετοῦντος ἐρασθεῖσα ἐθήρευεν μεταθέουσα ταῖς ἐπιθυμίαις. φοιτῶσα γὰρ καὶ πλανωμένη πάντας τοὺς ὀρείους ἐπεξῄει δρυμούς, ὡς μῦθον
5εἶναι τοὺς λεγομένους Ἰοῦς δρόμους. ὥστε μὴ μόνον τῶν ἀνθρώπων τοὺς ἀστορ‐ γίᾳ διαφέροντας, ἀλλὰ καὶ τῶν θηρῶν τοὺς ἀνημερωτάτους συνδακρῦσαι τῷ πάθει, λαβόντας αἴσθησιν ἐρωτικῆς ἐλπίδος. ὅθεν ἐποίησέ τε καὶ ποιήσασα πε‐ ριῄει κατὰ τὴν ἐρημίαν, ὥς φασιν, ἀναβοῶσα καὶ ᾄδουσα τὸ καλούμενον νόμιον, ἐν ᾧ ἐστιν: μακραὶ δρύες, ὦ Μενάλκα.

33

Athenaeus XIV 639 a: Κλέαρχος δὲ ἐν δευτέρῳ ἐρωτικῶν τὰ ἐρω‐ τικά φησιν ᾄσματα καὶ τὰ Λοκρικὰ καλούμενα οὐδὲν τῶν Σαπφοῦς καὶ Ἀνακρέ‐ οντος διαφέρειν.

34

Athenaeus XIII 596 f: ἐπὶ τούτοις ὁ Μυρτίλος μέλλων σιωπᾶν ἀλλὰ μικροῦ, ἔφη, ἄνδρες φίλοι, ἐξελαθόμην ὑμῖν εἰπεῖν τήν τε Ἀντιμάχου Λυδήν, προσέτι δὲ καὶ τὴν ὁμώνυμον ταύτης ἑταίραν Λυδὴν ἣν ἠγάπα Λαμύνθιος ὁ Μι‐
λήσιος. ἑκάτερος γὰρ τούτων τῶν ποιητῶν, ὥς φησι Κλέαρχος ἐν τοῖς ἐρωτικοῖς,19
5τῆς βαρβάρου Λυδῆς εἰς ἐπιθυμίαν καταστὰς ἐποίησεν ὁ μὲν ἐν ἐλεγείοις, ὁ δ’ ἐν μέλει τὸ καλούμενον ποίημα Λυδήν.

35

Athenaeus II 57 e: ἐκάλουν δὲ καὶ τὰ νῦν τῶν οἰκιῶν παρ’ ἡμῖν καλούμενα ὑπερῷα ᾠά, φησὶ Κλέαρχος ἐν ἐρωτικοῖς, τὴν Ἑλένην φάσκων ἐν τοιούτοις οἰκήμασι τρεφομένην δόξαν ἀπενέγκασθαι παρὰ πολλοῖς ὡς ἐξ ᾠοῦ εἴη γεγεννημένη.

36

Athenaeus IX 389 f: Κλέαρχος δ’ ἐν τῷ περὶ τοῦ πανικοῦ οἱ στρουθοί, φησί, χοἰ πέρδικες, ἔτι δὲ οἱ ἀλεκτρυόνες καὶ οἱ ὄρτυγες προίενται τὴν γονὴν οὐ μόνον ἰδόντες τὰς θηλείας, ἀλλὰ κἂν ἀκούσωσιν αὐτῶν τὴν φωνήν. τούτου δὲ αἴτιον ἡ τῇ ψυχῇ γινομένη φαντασία περὶ τῶν πλησιασμῶν. φανερώ‐
5τατον δὲ γίνεται περὶ τὰς ὀχείας, ὅταν ἐξ ἐναντίας αὐτοῖς θῆς κάτοπτρον. προστρέχοντες γὰρ διὰ τὴν ἔμφασιν ἁλίσκονταί τε καὶ προίενται τὸ σπέρμα, πλὴν τῶν ἀλεκτρυόνων. τούτους δ’ ἡ τῆς ἐμφάσεως αἴσθησις εἰς μάχην προά‐ γεται μόνον. ταῦτα μὲν ὁ Κλέαρχος.

37

Athenaeus VI 234 f: Κλέαρχος δ’ ὁ Σολεύς, εἷς δ’ οὗτος τῶν Ἀρι‐ στοτέλους ἐστὶ μαθητῶν, ἐν τῷ πρώτῳ τῶν βίων τάδε γράφει: ἔτι δὲ παράσιτον νῦν μὲν τὸν ἕτοιμον, τότε δὲ τὸν εἰς τὸ συμβιοῦν κατειλεγμένον. ἐν γοῦν τοῖς παλαιοῖς νόμοις ..... αἱ πλεῖσται τῶν πόλεων ἔτι καὶ τήμερον ταῖς ἐντιμοτάταις
5ἀρχαῖς συγκαταλέγουσι παρασίτους.

38

Athenaeus IV 157 c: Εὐξίθεος ὁ Πυθαγορικός, ὦ Νίκιον, ὥς φησι Κλέαρχος ὁ Περιπατητικὸς ἐν δευτέρῳ βίων, ἔλεγεν ἐνδεδέσθαι τῷ σώματι καὶ τῷ τῇδε βίῳ τὰς ἁπάντων ψυχὰς τιμωρίας χάριν, καὶ διείπασθαι τὸν θεὸν ὡς εἰ μὴ μενοῦσιν ἐπὶ τούτοις, ἕως ἂν ἑκὼν αὐτοὺς λύσῃ, πλέοσι καὶ μείζοσι ἐμπε‐
5σοῦνται τότε λύμαις. διὸ πάντας εὐλαβουμένους τὴν τῶν κυρίων ἀνάτασιν φο‐ βεῖσθαι τοῦ ζῆν ἑκόντας ἐκβῆναι μόνον τε τὸν ἐν τῷ γήρᾳ θάνατον ἀσπασίως προσίεσθαι, πεπεισμένους τὴν ἀπόλυσιν τῆς ψυχῆς μετὰ τῆς τῶν κυρίων γίγνεσ‐ θαι γνώμης.

39

Athenaeus XV 681 c: Κλέαρχος δ’ ἐν β’ βίων ὅρα, φησίν, τοὺς
τὸ κοσμοσάνδαλον ἀνείροντας Λακεδαιμονίους, οἳ τὸν παλαιότατον τῆς πολιτι‐ κῆς κόσμον συμπατήσαντες ἐξετραχηλίσθησαν. διόπερ καλῶς περὶ αὐτῶν εἴρηκεν ὁ κωμῳδιοποιὸς Ἀντιφάνης ἐν Κιθαριστῇ:20
5οὐκ ἐφύσων οἱ Λάκωνες ὡς ἀπόρθητοί ποτε; νῦν δ’ ὁμηρεύους’ ἔχοντες πορφυροῦς κεκρυφάλους (fr. 117 K).

40

Zenobius Cent. IV 87 Λευκηπατίας: Κλέαρχος 〈ἐν〉 τῷ περὶ βίων φησὶ συμβαίνειν τι περὶ τὸ ἧπαρ ἐπί τινων, ὃ δειλοὺς ποιεῖ. εἰρῆσθαι οὖν ἐπὶ τῶν τοιούτων τὴν παροιμίαν.

41

Athenaeus XV 687 a: νῦν δὲ τῶν ἀνθρώπων οὐχ αἱ ὀσμαὶ μόνον, ὥς φησιν Κλέαρχος ἐν γ’ περὶ βίων, ἀλλὰ καὶ αἱ χροιαὶ τρυφερὸν ἔχουσαί τι συν‐ εκθηλύνουσι τοὺς μεταχειριζομένους. ὑμεῖς δὲ οἴεσθε τὴν ἁβρότητα χωρὶς ἀρετῆς ἔχειν τι † τρυφερόν. † καίτοι Σαπφώ, γυνὴ μὲν πρὸς ἀλήθειαν οὖσα καὶ ποιήτρια,
5ὅμως ᾐδέσθη τὸ καλὸν τῆς ἁβρότητος ἀφελεῖν λέγουσα ὧδε
ἐγὼ δὲ φίλημμ’ ἁβροσύναν [–⏑⏑] τοῦτο καί μοι
τὸ λαμπρὸν ἔρος τὠελίω καὶ τὸ καλὸν λέλογχε (fr. 65 A 25/6 D), φανερὸν ποιοῦσα πᾶσιν ὡς ἡ τοῦ ζῆν ἐπιθυμία τὸ λαμπρὸν καὶ τὸ καλὸν εἶχεν αὐτῇ. ταῦτα δ’ ἐστὶν οἰκεῖα τῆς ἀρετῆς. Παρράσιος δὲ ὁ ζωγράφος, καίπερ παρὰ
10μέλος ὑπὲρ τὴν ἑαυτοῦ τέχνην τρυφήσας καὶ τὸ λεγόμενον ἐλευθέριον ἐκ ῥαβ‐ δίων [ἔκ τινων ποτηρίων] ἑλκύσας, λόγῳ γοῦν ἀντελάβετο τῆς ἀρετῆς, ἐπιγραψά‐ μενος τοῖς ἐν Λίνδῳ πᾶσιν αὑτοῦ ἔργοις
ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδ’ ἔγραψεν
Παρράσιος.
(fr. 1 D)
15ᾧ κομψός τις, ὡς ἐμοὶ δοκεῖ, ὑπεραλγήσας ῥυπαίνοντι τὸ τῆς ἀρετῆς ἁβρὸν καὶ καλόν, ἅτε φορτικῶς μετακαλεσαμένῳ εἰς τρυφὴν τὴν δοθεῖσαν ὑπὸ τῆς τύχης χορηγίαν, παρέγραψε τὸ ῥαβδοδίαιτος ἀνήρ. ἀλλ’ ὅμως διὰ τὸ τὴν ἀρετὴν φῆσαι τιμᾶν ἀνεκτέον. ταῦτα μὲν ὁ Κλέαρχος.

42

Athenaeus XII 543 c: οὕτω δὲ παρὰ τοῖς ἀρχαίοις τὸ τῆς τρυ‐ φῆς καὶ τῆς πολυτελείας ἠσκεῖτο ὡς καὶ Παρράσιον τὸν ζωγράφον πορφύραν ἀμπέχεσθαι, χρυσοῦν στέφανον ἐπὶ τῆς κεφαλῆς ἔχοντα, ὡς ἱστορεῖ Κλέαρχος ἐν τοῖς βίοις. οὗτος γὰρ παρὰ μέλος ὑπὲρ τὴν γραφικὴν τρυφήσας λόγῳ τῆς ἀρε‐
5τῆς ἀντελαμβάνετο καὶ ἐπέγραφεν τοῖς ὑπ’ αὐτοῦ ἐπιτελουμένοις ἔργοις
ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδ’ ἔγραψεν.
καί τις ὑπεραλγήσας ἐπὶ τούτῳ παρέγραψεν: ῥαβδοδίαιτος ἀνήρ.21

43a

Athenaeus XII 515 e: Κλέαρχος δ’ ἐν τῇ τετάρτῃ περὶ βίων Λυδοί, φησί, διὰ τρυφὴν παραδείσους κατασκευασάμενοι καὶ κηπαίους αὐτοὺς ποιήσαντες ἐσκιατροφοῦντο, τρυφερώτερον ἡγησάμενοι τὸ μηδ’ ὅλως αὐτοῖς ἐπιπίπτειν τὰς τοῦ ἡλίου αὐγάς. καὶ [τέλος] πόρρω προάγοντες ὕβρεως τὰς τῶν
5ἄλλων γυναῖκας καὶ παρθένους εἰς τὸν τόπον τὸν διὰ τὴν πρᾶξιν Ἁγνεῶνα κλη‐ θέντα συνάγοντες ὕβριζον. καὶ τέλος τὰς ψυχὰς ἀποθηλυνθέντες ἠλλάξαντο τὸν τῶν γυναικῶν βίον, διόπερ καὶ γυναῖκα τύραννον ὁ βίος εὕρετο αὐτοῖς μίαν τῶν ὑβρισθεισῶν Ὀμφάλην. ἥτις πρώτη κατῆρξε μὲν τῆς εἰς Λυδοὺς πρεπούσης τι‐ μωρίας. τὸ γὰρ ὑπὸ γυναικὸς ἄρχεσθαι ὑβριζομένους σημεῖόν ἐστι βίας. οὖσα οὖν
10καὶ αὐτὴ ἀκόλαστος καὶ ἀμυνομένη τὰς γενομένας αὐτῇ πρότερον ὕβρεις τοῖς ἐν τῇ πόλει δούλοις τὰς τῶν δεσποτῶν παρθένους ἐξέδωκεν ἐν ᾧ τόπῳ πρὸς ἐκεί‐ νων ὑβρίσθη. εἰς τοῦτον οὖν συναθροίσασα μετ’ ἀνάγκης συγκατέκλινε τοῖς δού‐ λοις τὰς δεσποίνας. ὅθεν οἱ Λυδοὶ τὸ πικρὸν τῆς πράξεως ὑποκοριζόμενοι τὸν τόπον καλοῦσιν [γυναικῶν ἀγῶνα] Γλυκὺν Ἀγκῶνα. οὐ μόνον δὲ Λυδῶν γυναῖκες
15ἄφετοι οὖσαι τοῖς ἐντυχοῦσιν, ἀλλὰ καὶ Λοκρῶν τῶν Ἐπιζεφυρίων, ἔτι δὲ τῶν περὶ Κύπρον καὶ πάντων ἁπλῶς τῶν ἑταιρισμῷ τὰς ἑαυτῶν κόρας ἀφοσιούντων, παλαιᾶς τινος ὕβρεως ἔοικεν εἶναι πρὸς ἀλήθειαν ὑπόμνημα καὶ τιμωρίας. πρὸς ἣν εἷς τῶν Λυδῶν εὐγενὴς ἀνὴρ ὁρμήσας καὶ τῇ παρ’ αὐτοῖς Μίδου βασιλείᾳ βαρυνθείς, τοῦ μὲν Μίδου ὑπ’ ἀνανδρίας καὶ τρυφῆς ἐν πορφύρᾳ κειμένου καὶ
20ταῖς γυναιξὶν ἐν τοῖς ἱστοῖς συνταλασιουργοῦντος, Ὀμφάλης δὲ πάντας τοὺς συγκατακλιθέντας αὑτῇ ξενοκτονούσης, ἀμφοτέρους ἐκόλασε, τὸν μὲν ὑπὸ ἀπαι‐ δευσίας κεκωφημένον τῶν ὤτων ἐξελκύσας, ὃς διὰ τὴν τοῦ φρονεῖν ἔνδειαν τοῦ πάντων ἀναισθητοτάτου ζῴου τὴν ἐπωνυμίαν ἔσχε, τὴν δὲ desunt cetera.

43b

Hesych. s. v. γλυκὺς ἀγκών: Κλέαρχος δέ φησιν — — — — — — — ἐξυβρίζειν εἰς τὰς τῶν καταδεεστέρων γυναῖκας καὶ παρθένους, καὶ τὸ χωρίον, ἐν ᾧ ταῦτα ἔδρων, ὀνομάσαι γλυκὺν ἀγκῶνα.

44

Athenaeus XII 540 e: Κλέαρχος δέ φησιν ὡς Πολυκράτης ὁ τῆς ἁβρᾶς Σάμου τύραννος διὰ τὴν περὶ τὸν βίον ἀκολασίαν ἀπώλετο, ζηλώσας τὰ Λυδῶν μαλακά. ὅθεν τῷ τ’ ἐν Σάρδεσιν Ἀγκῶνι Γλυκεῖ προσαγορευομένῳ τὴν παρὰ τοῖς Σαμίοις λαύραν ἀντικατεσκεύασεν ἐν τῇ πόλει καὶ τοῖς Λυδῶν ἄνθεσιν
5ἀντέπλεξε τὰ διαγγελθέντα Σαμίων ἄνθεα. τούτων δὲ ἡ μὲν Σαμίων λαύρα στε‐ νωπή τις ἦν γυναικῶν δημιουργῶν, 〉ἣ〈 καὶ τῶν πρὸς ἀπόλαυσιν καὶ ἀκρασίαν
πάντων βρωμάτων ὄντως ἐνέπλησε τὴν Ἑλλάδα. τὰ δὲ Σαμίων ἄνθη γυναικῶν καὶ ἀνδρῶν ..... κάλλη διάφορα. ἔτι δὲ τῆς συμπάσης πόλεως ἐν ἑορταῖς τε καὶ μέθαις ...... καὶ ταῦτα μὲν ὁ Κλέαρχος.22

45

Athenaeus XII 524 b: Κλέαρχος δὲ ἐν τετάρτῳ βίων ζηλώσαντάς φησι τοὺς Μιλησίους τὴν Κολοφωνίων τρυφὴν διαδοῦναι καὶ τοῖς πλησιοχώροις, ἔπειτ’ ὀνειδιζομένους λέγειν ἑαυτοῖς: οἴκοι τὰ Μιλήσια κἀπιχώρια καὶ μὴ ἐν τῷ μέσῳ.

46

Athenaeus XII 524 c: καὶ περὶ Σκυθῶν δ’ ἑξῆς ὁ Κλέαρχος τάδε ἱστορεῖ: μόνον δὲ νόμοις κοινοῖς 〈καὶ〉 πρῶτον ἔθνος ἐχρήσατο τὸ Σκυθῶν. εἶτα πάλιν ἐγένοντο πάντων ἀθλιώτατοι βροτῶν (cf. Eurip. Antig. fr. 158 N2) διὰ τὴν ὕβριν. ἐτρύφησαν μὲν γὰρ ὡς οὐδένες ἕτεροι, τῶν πάντων εὐροίας καὶ πλού‐
5του καὶ τῆς λοιπῆς αὐτοὺς χορηγίας κατασχούσης. τοῦτο δὲ δῆλον ἐκ τῆς ἔτι καὶ νῦν ὑπολειπούσης περὶ τοὺς ἡγεμόνας αὐτῶν ἐσθῆτός τε καὶ διαίτης. τρυφή‐ σαντες δὲ καὶ μάλιστα δὴ καὶ πρῶτοι πάντων τῶν ἀνθρώπων ἐπὶ τὸ τρυφᾶν ὁρμήσαντες εἰς τοῦτο προῆλθον ὕβρεως ὥστε πάντων τῶν ἀνθρώπων εἰς οὓς ἀφίκοιντο ἠκρωτηρίαζον τὰς ῥῖνας. [ἀφ’] ὧν οἱ ἀπόγονοι μεταστάντες ἔτι καὶ
10νῦν ἀπὸ τοῦ πάθους ἔχουσι τὴν ἐπωνυμίαν. αἱ δὲ γυναῖκες αὐτῶν τὰς Θρᾳκῶν τῶν πρὸς ἑσπέραν καὶ ἄρκτον [τῶν] περιοίκων γυναῖκας ἐποίκιλλον τὰ σώματα, περόναις γραφὴν ἐνεῖσαι. ὅθεν πολλοῖς ἔτεσιν ὕστερον αἱ ὑβρισθεῖσαι τῶν Θρᾳ‐ κῶν γυναῖκες ἰδίως ἐξηλείψαντο τὴν συμφορὰν προσκαταγραψάμεναι τὰ λοιπὰ τοῦ χρωτός, ἵν’ ὁ τῆς ὕβρεως καὶ τῆς αἰσχύνης ἐπ’ αὐταῖς χαρακτὴρ εἰς ποικιλίαν
15καταριθμηθεὶς κόσμου προσηγορίᾳ τοὔνειδος ἐξαλείψῃ. πάντων δὲ οὕτως ὑπερ‐ ηφάνως προέστησαν ὥστε οὐδένων ἄδακρυς ἡ τῆς δουλείας ὑπουργία γιγνομένη διήγγειλεν εἰς τοὺς ἐπιγινομένους τὴν ἀπὸ Σκυθῶν ῥῆσιν οἵα τις ἦν. διὰ τὸ πλῆ‐ θος οὖν τῶν κατασχουσῶν αὐτοὺς συμφορῶν, ἐπεὶ διὰ τὸ πένθος ἅμα τόν τε τῶν βίων ὄλβον καὶ τὰς κόμας περιεσπάσθησαν, παντὸς ἔθνους οἱ ἔξω τὴν
20ἐφ’ ὕβρει κουρὰν ἀπεσκυθίσθαι προσηγόρευσαν.

47

Athenaeus XII 541 c: καὶ Κλέαρχος δὲ ἐν τῷ τετάρτῳ τῶν βίων γράφει οὕτως: Διονύσιος δ’ ὁ Διονυσίου ἁπάσης γενόμενος Σικελίας ἀλάστωρ εἰς τὴν Λοκρῶν πόλιν παρελθὼν οὖσαν αὐτῷ μητρόπολιν (Δωρὶς γὰρ ἡ μήτηρ αὐτοῦ τὸ γένος ἦν Λοκρίς) στρώσας οἶκον τῶν ἐν τῇ πόλει τὸν μέγιστον ἑρπύλ‐
5λοις καὶ ῥόδοις μετεπέμπετο μὲν ἐν μέρει τὰς Λοκρῶν παρθένους. καὶ γυμνὸς μετὰ γυμνῶν οὐδὲν αἰσχύνης παρέλιπεν ἐπὶ τοῦ στρώματος κυλινδούμενος. τοι‐ γαροῦν μετ’ οὐ πολὺν χρόνον οἱ ὑβρισθέντες γυναῖκα καὶ τέκνα ἐκείνου λαβόντες ὑποχείρια ἐπὶ τῆς ὁδοῦ στήσαντες μεθ’ ὕβρεως ἐνηκολάσταινον αὐτοῖς. καὶ ἐπεὶ
τῆς ὕβρεως πλήρεις ἐγένοντο, κεντοῦντες ὑπὸ τοὺς τῶν χειρῶν ὄνυχας βελόναις23
10ἀνεῖλον αὐτούς. καὶ τελευτησάντων τὰ μὲν ὀστᾶ κατέκοψαν ἐν ὅλμοις, τὰ δὲ λοιπὰ κρεανομησάμενοι ἐπηράσαντο [πάντες] τοῖς μὴ γευσαμένοις αὐτῶν. [ὅθεν πρὸς τὴν ἀνόσιον ἀρὰν κατήλεσαν αὐτῶν τὰς σάρκας, ἵν’ ἡ τροφὴ σιτοποιουμένων κατεδεσθῇ] τὰ δὲ λείψανα κατεπόντωσαν. αὐτὸς δὲ Διονύσιος τέλος μητραγυρ‐ τῶν καὶ τυμπανοφορούμενος οἰκτρῶς τὸν βίον κατέστρεψεν. εὐλαβητέον οὖν τὴν
15καλουμένην τρυφὴν οὖσαν τῶν βίων ἀνατροπὴν ἁπάντων τε † ὀλέθριον ἡγεῖσ‐ θαι † τὴν ὕβριν.

48

Athenaeus XII 522 d: Ταραντίνους δέ φησι Κλέαρχος ἐν τετάρ‐ τῳ βίων ἀλκὴν καὶ δύναμιν κτησαμένους εἰς τοσοῦτο τρυφῆς προελθεῖν ὥστε τὸν ὅλον χρῶτα παραλεαίνεσθαι καὶ τῆς ψιλώσεως ταύτης τοῖς λοιποῖς κατάρξαι. ἐφόρουν δέ, φησίν, καὶ παρυφίδα διαφανῆ πάντες, οἷς νῦν ὁ τῶν γυναικῶν
5ἁβρύνεται βίος. ὕστερον δ’ ὑπὸ τῆς τρυφῆς εἰς ὕβριν ποδηγηθέντες ἀνάστατον μίαν πόλιν Ἰαπύγων ἐποίησαν Κάρβιναν, ἐξ ἧς παῖδας καὶ παρθένους καὶ τὰς ἐν ἀκμῇ γυναῖκας ἀθροίσαντες εἰς τὰ τῶν Καρβινατῶν ἱερὰ σκηνοποιησάμενοι γυμνὰ πᾶσι τῆς ἡμέρας τὰ σώματα παρεῖχον θεωρεῖν. καὶ ὁ βουλόμενος καθάπερ εἰς ἀτυχῆ παραπηδῶν ἀγέλην ἐθοινᾶτο ταῖς ἐπιθυμίαις τὴν τῶν ἀθροισθέντων ὥραν,
10πάντων μὲν ὁρώντων, μάλιστα δὲ ὧν ἥκιστα ἐκεῖνοι προσεδόκων θεῶν. οὕτω δὲ τὸ δαιμόνιον ἠγανάκτησεν ὥστε Ταραντίνων τοὺς ἐν Καρβίνῃ παρανομήσαν‐ τας ἐκεραύνωσεν πάντας. καὶ μέχρι καὶ νῦν ἐν Τάραντι ἑκάστη τῶν οἰκιῶν οὓς οὐχ ὑπεδέξατο τῶν εἰς Ἰαπυγίαν ἐκπεμφθέντων τοσαύτας ἔχει στήλας πρὸ τῶν θυ‐ ρῶν. ἐφ’ αἷς καθ’ ὃν ἀπώλοντο χρόνον οὔτ’ οἰκτίζονται τοὺς ἀποιχομένους οὔτε
15τὰς νομίμους χέονται χοάς, ἀλλὰ θύουσι Διὶ Καταιβάτῃ.

49

Athenaeus XII 514 d: Κλέαρχος δὲ ὁ Σολεὺς ἐν τετάρτῳ βίων προειπὼν περὶ τῆς Μήδων τρυφῆς καὶ ὅτι διὰ ταύτην πολλοὺς εὐνουχίσαιεν τῶν περικτιόνων, ἐπιφέρει καὶ τὴν παρὰ Μήδων γενέσθαι Πέρσαις μηλοφορίαν μὴ μόνον ὧν ἔπαθον τιμωρίαν, ἀλλὰ καὶ τῆς τῶν δορυφορούντων τρυφῆς εἰς ὅσον
5ἦλθον ἀνανδρίας ὑπόμνημα. δύναται γάρ, ὡς ἔοικεν, ἡ παράκαιρος ἅμα καὶ μά‐ ταιος αὐτῶν περὶ τὸν βίον τρυφὴ καὶ τοὺς ταῖς λόγχαις καθωπλισμένους ἀγύρ‐ τας ἀποφαίνειν.

50

Athenaeus XII 539 b: Κλέαρχος δ’ ἐν τοῖς περὶ βίων περὶ Δαρείου λέγων τοῦ καθαιρεθέντος ὑπὸ τοῦ Ἀλεξάνδρου φησίν: ὁ Περσῶν βασιλεὺς ἀθ‐
λοθετῶν τοῖς τὰς ἡδονὰς αὐτῷ πορίζουσιν ὑπὸ πάντων τῶν ἡδέων ἡττωμένην ἀπέδειξε τὴν βασιλείαν καὶ καταγωνιζόμενος ἑαυτὸν οὐκ ᾔσθετο πρότερον ἢ τὸ24
5σκῆπτρον ἕτεροι λαβόντες ἀνεκηρύχθησαν.

51a

Athenaeus XII 514 e: καὶ προελθὼν δὲ γράφει (sc. Κλέαρχος): τοῖς γοῦν πορίσασί τι αὐτῷ ἡδὺ βρῶμα διδοὺς ἆθλα τοῦ πορισθέντος (sc. ὁ Περ‐ σῶν βασιλεὺς) οὐχ ἑτέραις ἡδύνων ταῦτα τιμαῖς παρετίθει, πολὺ δὲ μᾶλλον αὐτὸς ἀπολαύων αὐτῶν, νοῦν ἔχων. τοῦτο μὲν γάρ ἐστιν ὁ λεγόμενος, οἶμαι, καὶ Διὸς
5ἅμα καὶ βασιλέως ἐγκέφαλος.

51b

Zenobius Cent. III 41 Διὸς ἐγκέφαλος: ἐπὶ τῶν ἡδυπαθούντων ἡ παροιμία τέτακται. Κλέαρχος δὲ ἐν τῷ πέμπτῳ περὶ βίων φησὶ τὰ πολυτελῆ βρώματα παρὰ τοῖς Πέρσαις Διὸς καὶ βασιλέως ἐγκέφαλον καλεῖσθαι.

51c

Hesych. s. v. Διὸς ἐγκέφαλος: παροιμία, ἣν Κλέαρχος φησὶν εἰρῆσθαι οἷον ἐπὶ τῶν ἄγαν θείων.

51d

Athenaeus XII 529 d: Κλέαρχος δὲ περὶ τοῦ Περσῶν βασιλέως διηγούμενος ὅτι τοῖς αὐτῷ πορίσασιν ἡδύ τι βρῶμα ἆθλα 〈τοῦ πορισθέντος οὐχ ἑτέραις ἡδύνων τιμαῖσ〉 ἐτίθει, 〈πολὺ δὲ μᾶλλον αὐτὸς ἀπολαύων〉, νοῦν [οὐκ] ἔχων. τοῦτο γάρ ἐστιν ὁ λεγόμενος, οἶμαι, Διὸς ἅμα καὶ βασιλέως ἐγκέφαλος.
5ὅθεν ὁ πάντων εὐδαιμονέστατος Σαρδανάπαλλος ὁ παρ’ ὅλον τὸν βίον τιμήσας τὰς ἀπολαύσεις καὶ τελευτήσας δείκνυσιν ἐν τῷ τοῦ μνήματος τύπῳ τοῖς δακ‐ τύλοις οἵου καταγέλωτός ἐστιν ἄξια τὰ τῶν ἀνθρώπων πράγματα, οὐκ ἄξια ὄντα ψόφου δακτύλων, ὃν πεποίηται ποιούμενος † δὶς ἐν χορῷ † lacuna ἡ περὶ τὰ λοιπὰ σπουδή. φαίνεται οὖν οὐκ ἄπρακτος γενόμενος Σαρδανάπαλλος,
10καὶ γὰρ ἐπιγέγραπται αὐτοῦ τῷ μνήματι: Σαρδανάπαλλος Ἀνακυνδαράξεω Ἀγχι‐ άλην ἔδειμε καὶ Ταρσὸν μιῇ ἡμέρῃ, ἀλλὰ νῦν τέθνηκεν.

52

Athenaeus X 416 b: Κλέαρχος δ’ ἐν πέμπτῳ βίων Καντιβάρι φησὶ τῷ Πέρσῃ, ὁπότε κοπιάσειε τὰς σιαγόνας ἐσθίων, κεχηνότι καθάπερ εἰς ἄψυχον ἀγγεῖον εἰσαντλεῖν τὴν τροφὴν τοὺς οἰκείους.

53

Athenaeus XII 530 c: Κλέαρχος δ’ ἐν πέμπτῳ βίων Σάγαρίν φησι τὸν Μαριανδυνὸν ὑπὸ τρυφῆς σιτεῖσθαι μὲν μέχρι γήρως ἐκ τοῦ τῆς τιτθῆς στό‐ ματος, ἵνα μὴ μασώμενος πονέσειε, οὐ πώποτε δὲ τὴν χεῖρα κατωτέρω τοῦ ὀμ‐ φαλοῦ προενέγκασθαι. διὸ καὶ Ἀριστοτέλης Ξενοκράτην τὸν Χαλκηδόνιον
5σκώπτων ὅτι οὐρῶν οὐ προσῆγε τὴν χεῖρα τῷ αἰδοίῳ ἔλεγεν χεῖρες μὲν ἁγναί, φρὴν δ’ ἔχει μίασμά τι (Eurip. Hipp. 317).

54

Athenaeus I 6 c: ὁ αὐτός (sc. Κλέαρχος) φησι Πίθυλλον τὸν Τέν‐
θην καλούμενον οὐ περιγλωττίδα μόνον ὑμενίνην φορεῖν, ἀλλὰ καὶ προσελυτροῦν τὴν γλῶσσαν πρὸς τὰς ἀπολαύσεις. καὶ τέλος ἰχθύαν τρίβων ἀπεκάθαιρεν αὐτήν. μόνος δ’ οὗτος τῶν ἀπολαυστικῶν καὶ δακτυλήθρας ἔχων ἐσθίειν λέγεται τὸ25
5ὄψον, ἵν’ ὡς θερμότατον ὁ τρισάθλιος ἀναδιδῷ τῇ γλώττῃ.

55

Athenaeus I 6 b: Φιλόξενον τὸν Ἐρύξιδος, ἐκεῖνος γάρ, ὡς ἔοι‐ κεν, ...... ηὔξατό ποτε γεράνου τὴν φάρυγγα σχεῖν. ........ Κλέαρχος δὲ Με‐ λάνθιόν φησι τοῦτ’ εὔξασθαι λέγων: Τιθωνοῦ Μελάνθιος ἔοικε βουλεύσασθαι βέλτιον. ὁ μὲν γὰρ ἀθανασίας ἐπιθυμήσας ἐν θαλάμῳ κρέμαται πάντων ὑπὸ
5γήρως ἐστερημένος τῶν ἡδέων. Μελάνθιος δὲ τῶν ἀπολαύσεων ἐρῶν ηὔξατο τῆς μακραύχενος ὄρνιθος τὸν τράχηλον ἔχειν, ἵν’ ὅτι πλεῖστον τοῖς ἡδέσιν ἐνδιατρίβῃ.

56

Zenobius Cent. VI 18 Τιθωνοῦ γῆρας: ἐπὶ τῶν πολυχρονίων καὶ ὑπεργήρων τάττεται. ἱστορεῖται δὲ, ὅτι Τιθωνὸς κατ’ εὐχὴν τὸ γῆρας ἀποθέμενος τέττιξ ἐγένετο, ὥς φησι Κλέαρχος ἐν τῷ περὶ βίων.

57

Athenaeus I 5 f: Κλέαρχος δέ φησι Φιλόξενον προλουόμενον 〈ἐν τῇ πατρίδι κἀν ἄλλαις πόλεσι〉 περιέρχεσθαι τὰς οἰκίας, ἀκολουθούντων αὐτῷ παίδων [καὶ] φερόντων ἔλαιον οἶνον γάρον ὄξος καὶ ἄλλα ἡδύσματα. ἔπειτα εἰ‐ σιόντα εἰς τὰς ἀλλοτρίας οἰκίας τὰ ἑψόμενα τοῖς ἄλλοις ἀρτύειν ἐμβάλλοντα ὧν
5ἦν χρεία, κἆθ’ οὕτως ἀνακάψαντα εὐωχεῖσθαι. οὗτος εἰς Ἔφεσον καταπλεύσας εὑρὼν τὴν ὀψόπωλιν κενὴν ἐπύθετο τὴν αἰτίαν. καὶ μαθὼν ὅτι πᾶν εἰς γάμους συνηγόρασται λουσάμενος παρῆν ἄκλητος ὡς τὸν νυμφίον. καὶ μετὰ τὸ δεῖπνον ᾄσας ὑμέναιον, οὗ ἡ ἀρχή: γάμε θεῶν λαμπρότατε (fr. 4 D) πάντας ἐψυχαγώγη‐ σεν, ἦν δὲ διθυραμβοποιός. καὶ ὁ νυμφίος: Φιλόξενε, εἶπε, καὶ αὔριον ὧδε δει‐
10πνήσεις. καὶ ὁ Φιλόξενος: ἂν ὄψον, ἔφη, μὴ πωλῇ τις.

58

Athenaeus VIII 344 c: Κλέαρχος δ’ ἐν τοῖς περὶ βίων φίλιχθύν τινα ἀναγράφων φησὶν οὕτως: Τέχνων ὁ παλαιὸς αὐλητὴς Χάρμου τοῦ αὐλητοῦ τελευτήσαντος (ἦν δὲ φίλιχθυς) ἀποπυρίδας ἐπὶ τοῦ μνήματος ἐνήγιζεν αὐτῷ.

59

Athenaeus XII 518 c: διαβόητοι δ’ εἰσὶν ἐπὶ τρυφῇ καὶ αἱ τῶν Σικελῶν τράπεζαι, οἵτινες καὶ τὴν παρ’ αὐτοῖς θάλατταν λέγουσιν εἶναι γλυκεῖαν, χαίροντες τοῖς ἐξ αὐτῆς γινομένοις ἐδέσμασιν, ὥς φησι Κλέαρχος ἐν πέμπτῳ βίων.

60

Athenaeus XII 548 b: περὶ δὲ Ἀναξάρχου Κλέαρχος ὁ Σολεὺς ἐν πέμπτῳ βίων οὕτω γράφει: τῷ εὐδαιμονικῷ καλουμένῳ Ἀναξάρχῳ διὰ τὴν τῶν χορηγησάντων ἄγνοιαν περιπεσούσης ἐξουσίας γυμνὴ μὲν ᾠνοχόει παιδίσκη πρόσ‐ ηβος ἡ προκριθεῖσα διαφέρειν ὥρᾳ τῶν ἄλλων, ἀνασύρουσα πρὸς ἀλήθειαν τὴν
5τῶν οὕτως αὐτῇ χρωμένων ἀκρασίαν. ὁ δὲ σιτοποιὸς χειρῖδας ἔχων καὶ περὶ τῷ στόματι κημὸν ἔτριβε τὸ σταῖς, ἵνα μήτε ἱδρὼς ἐπιρρέοι μήτε τοῖς φυράμασιν ὁ
τρίβων ἐμπνέοι. διὸ πρεπόντως ἄν τις εἴποι τῷ σοφῷ τούτῳ φιλοσόφῳ τὰ ἐκ τοῦ Ἀναξίλα Λυροποιοῦ
ξανθοῖς τε μύροις χρῶτα λιπαίνων,
26
10χλανίδας θ’ ἕλκων, βλαύτας σύρων, βολβοὺς τρώγων, τυροὺς κάπτων, ᾠὰ κολάπτων, κήρυκας ἔχων, Χῖον πίνων, καὶ πρὸς τούτοις ἐν σκυταρίοις ῥαπτοῖσι φορῶν
15Ἐφεσήια γράμματα καλά (fr. 18 K).

61

Athenaeus IX 396 e: Κλέαρχος δ’ ἐν τοῖς περὶ βίων εἰς τοῦτό φησιν ὠμότητος Φάλαριν τὸν τύραννον ἐλάσαι ὡς γαλαθηνὰ θοινᾶσθαι βρέφη.

62

Athenaeus XII 548 c: πόσῳ γὰρ τούτων βέλτιον Γοργίας ὁ Λεον‐ τῖνος, περὶ οὗ φησιν ὁ αὐτὸς Κλέαρχος ἐν τῷ ὀγδόῳ τῶν βίων, ὅτι διὰ τὸ σω‐ φρόνως ζῆν σχεδὸν ρ’ ἔτη τῷ φρονεῖν συνεβίωσεν. καὶ ἐπεί τις αὐτὸν ἤρετο τίνι διαίτῃ χρώμενος οὕτως ἐμμελῶς καὶ μετὰ αἰσθήσεως τοσοῦτον χρόνον ζήσειεν,
5οὐδὲν πώποτε, εἶπεν, ἡδονῆς ἕνεκεν πράξας.

63

Pausanias Atticista α 42 Erbse: Αἰγὸς τρόπον μάχαιραν ἐσκάλευ‐ σά 〈μοι〉: λέγεται [μέντοι] καὶ ἑτέρως ἡ παροιμία· αἲξ ποττὰν μάχαιραν, ὡς Χρύ‐ σιππος καὶ Κλέαρχος. τάσσεται δὲ ἐπὶ τῶν ἑαυτοῖς προξενούντων κακά· ἡ γὰρ αἲξ σκάλλουσα τὴν μάχαιραν εὑρίσκει, δι’ ἧς θύεται. ἄλλοι δέ φασιν ὅτι ἐν Κορίνθῳ
5τῆς Μηδείας παισὶ μετὰ τὸ ἐναγίσαι τὴν μάχαιραν ἀποκρύπτουσι, τῷ δὲ ἑξῆς ἔτει τὸ μέλλον πάλιν ἐναγίζεσθαι ἱερεῖον τοῖς κέρασιν ἀνορύττει τὴν μάχαιραν.

63,1

Athenaeus X 457 c: τίνα δὲ κόλασιν ὑπέμενον Ἀθήνησιν οἱ μὴ λύσαντες τὸν προτεθέντα γρῖφον, εἴ γε ἔπινον φιάλην 〈ἅλμῃ〉 κεκερασμένην, ὡς καὶ ὁ Κλέαρχος προεῖπεν ἐν τῷ ὅρῳ; κἀν τῷ πρώτῳ δὲ περὶ παροιμιῶν γράφει οὕτως· τῶν γρίφων ἡ ζήτησις οὐκ ἀλλοτρία φιλοσοφίας ἐστί, καὶ οἱ παλαιοὶ τὴν
5τῆς παιδείας ἀπόδειξιν ἐν τούτοις ἐποιοῦντο. προέβαλλον γὰρ παρὰ τοὺς πότους οὐχ ὥσπερ οἱ νῦν ἐρωτῶντες ἀλλήλους, τίς τῶν ἀφροδισιαστικῶν συνδυασμῶν ἢ τίς ἢ ποῖος ἰχθὺς ἥδιστος ἢ τίς ἀκμαιότατος, ἔτι δὲ τίς μετ’ Ἀρκτοῦρον ἢ μετὰ Πλειάδα ἢ τίς μετὰ Κύνα μάλιστα βρωτός. καὶ ἐπὶ τούτοις ἆθλα μὲν τοῖς νικῶσι φιλήματα μίσους ἄξια τοῖς ἐλευθέραν αἴσθησιν ἔχουσι, ζημίαν δὲ
10τοῖς ἡττηθεῖσιν τάττουσιν ἄκρατον πιεῖν, ὃν ἥδιον τῆς ὑγιείας πίνουσι. κομιδῇ γάρ ἐστι ταῦτά γέ τινος τοῖς Φιλαινίδος καὶ τοῖς Ἀρχεστράτου συγγράμμασιν ἐνῳκηκότος, ἔτι δὲ περὶ τὰς καλουμένας γαστρολογίας ἐσπουδακότος. ἀλλὰ μᾶλ‐ λον τὰς τοιαύτας, τῷ πρώτῳ ἔπος 〈ἢ〉 ἰαμβεῖον εἰπόντι τὸ ἐχόμενον ἕκαστον
λέγειν καὶ τῷ κεφάλαιον εἰπόντι ἀντειπεῖν τὸ ἑτέρου ποιητοῦ τινος, 〈ὅτι〉 εἰς τὴν27
15αὐτὴν εἶπε γνώμην· ἔτι δὲ λέγειν ἕκαστον ἰαμβεῖον. πρός τε τούτοις ἕκαστον εἰπεῖν ὅσων ἂν προσταχθῇ συλλαβῶν ἔμμετρον, καὶ ὅσα [ἀπὸ] τῆς τῶν γραμ‐ μάτων καὶ συλλαβῶν ἔχεται θεωρίας. ὁμοίως δὲ τοῖς εἰρημένοις ἡγεμόνος ἕκα‐ στον λέγειν ὄνομα τῶν ἐπὶ Τροίαν ἢ τῶν Τρώων, καὶ πόλεως ὄνομα τῶν ἐν τῇ Ἀσίᾳ λέγειν ἀπὸ τοῦ δοθέντος γράμματος, τὸν δ’ ἐχόμενον τῶν ἐν τῇ Εὐρώπῃ
20καὶ τοὺς λοιποὺς ἐναλλάξαι, ἄν τε Ἑλληνίδος ἄν τε βαρβάρου τάξῃ τις. ὥστε τὴν παιδιὰν μὴ ἄσκεπτον οὖσαν μηνύματα γίνεσθαι τῆς ἑκάστου πρὸς παιδείαν οἰ‐ κειότητος. ἐφ’ οἷς ἆθλον ἐτίθεσαν στέφανον καὶ εὐφημίαν, οἷς μάλιστα γλυκαί‐ νεται τὸ φιλεῖν ἀλλήλους. ταῦτα μὲν οὖν Κλέαρχος εἴρηκε.

64

Athenaeus XV 701 b: τῶν δὲ πολλῶν τὸ ἰὴ παιὼν ἐπιφθεγγο‐ μένων ὁ Ποντιανὸς ἔφη: τὸ ἰὴ παιών, ἄνδρες φίλοι, μαθεῖν βούλομαι εἴτε παροι‐ μία ἐστὶν εἴτε ἐφύμνιον εἴτε τι ἄλλο. πρὸς ὃν ὁ Δημόκριτος ἔφη· Κλέαρχος ὁ Σολεὺς οὐδενὸς ὢν δεύτερος τῶν τοῦ σοφοῦ Ἀριστοτέλους μαθητῶν ἐν τῷ
5προτέρῳ περὶ παροιμιῶν τὴν Λητώ φησιν ἐκ Χαλκίδος τῆς Εὐβοίας ἀνακο‐ μίζουσαν εἰς Δελφοὺς Ἀπόλλωνα καὶ Ἄρτεμιν γενέσθαι παρὰ τὸ τοῦ κληθέν‐ τος Πύθωνος σπήλαιον. καὶ φερομένου τοῦ Πύθωνος ἐπ’ αὐτοὺς ἡ Λητὼ τῶν παίδων τὸν ἕτερον ἐν ταῖς ἀγκάλαις ἔχουσα προσβᾶσα τῷ λίθῳ τῷ νῦν ἔτι κειμένῳ ὑπὸ τῷ ποδὶ τῆς χαλκῆς εἰργασμένης Λητοῦς, ὃ τῆς τότε πράξεως μίμημα
10γενόμενον ἀνάκειται παρὰ τὴν πλάτανον ἐν Δελφοῖς, εἶπεν ἵε παῖ· τυχεῖν δὲ τόξα μετὰ χεῖρας ἔχοντα τὸν Ἀπόλλωνα. τοῦτο δ’ ἐστὶν ὡς ἂν εἴποι τις· ἄφιε παῖ καὶ βάλε παῖ. διόπερ ἀπὸ τούτου λεχθῆναί φασιν τὸ ἵε παῖ καὶ ἵε παιών.

65

Zenobius Cent. V 44 Οἰταῖος δαίμων: Κλέαρχός φησιν, ὅτι δαί‐ μων τις Οἰταῖος ἐπωνομάσθη, ὃς ὕβριν καὶ ὑπερηφανίαν πάνυ ἐμίσησεν.

66a

Schol. Theocrit. vetus V 21—22 a: Ἐντὶ μὲν οὐδὲν ἱερόν· παρ‐ οιμία ἐπὶ τῶν μηδενὸς ἀξίων. φησὶ δὲ Κλέαρχος ἐν δευτέρῳ τῶν παροιμιῶν ὅτι Ἡρακλῆς ἰδὼν ἱδρυμένον τὸν Ἄδωνιν ἔφη· οὐδὲν ἱερόν. οὐ γὰρ αὐτὸν ἄξιον τιμῆς καὶ ἱδρύσεως ἔκρινεν.

66b

Zenobius Cent. V 47 Οὐδὲν ἱερὸν ὑπάρχεις: Κλέαρχός φησιν ὅτι Ἡρακλῆς ἰδὼν τὸν Ἄδωνιν ἱδρυμένον ἔφη: οὐδὲν ἱερόν. εἴρηται οὖν ἡ παρ‐ οιμία ἐπὶ τῶν παντελῶς εὐτελῶν καὶ ἀχρήστων.

66c

Apostolius Cent. XIII 34 Οὐδὲν ἱερόν: Ἡρακλῆς εἶπεν Ἀδώνι‐ δος ἰδὼν ξόανον, ὡς τῶν εὐεργετησάντων τοὺς ἀνθρώπους μόνων ὀφειλόντων τιμᾶσθαι. ἢ ὅτι οἱ καταφυγόντες εἰς αὐτὸ δοῦλοι ἄδειαν οὐκ εἶχον. λέγεται δὲ ἐπὶ τῶν μηδενὸς ἀξίων, ὥς φησι Κλέαρχος ἐν δευτέρῳ παροιμιῶν.

67

Zenobius Cent. V 48 Οὗτος ἄλλος Ἡρακλῆς: Κλέαρχος ἐξηγού‐ μενος τὴν παροιμίαν φησὶ τὸν Βριαρέω καλούμενον Ἡρακλέα ἐλθεῖν εἰς Δελφούς, καὶ λαβόντα τι τῶν ἐκεῖ κειμηλίων κατά τι παλαιὸν ἔθος ὁρμῆσαι ἐπὶ τὰς Ἡρα‐ κλέους στήλας καλουμένας καὶ τῶν ἐκεῖ περιγενέσθαι. χρόνῳ δὲ ὕστερον τὸν
5Τύριον Ἡρακλέα ἐλθεῖν εἰς Δελφοὺς χρησόμενον τῷ μαντείῳ. τὸν δὲ θεὸν προσειπεῖν αὐτὸν ἄλλον Ἡρακλέα, καὶ οὕτω τὴν παροιμίαν κρατῆσαι.28

68

Hesych. s. v. Διομήδειος ἀνάγκη: παροιμία. Κλέαρχος μέν φησι Διομήδους θυγατέρας γενέσθαι πάνυ μοχθηράς, αἷς ἀναγκάζειν πλησιάζειν τινάς, καὶ εὐθὺς αὐτοὺς φονεύειν.

69a

Stobaeus Ecl. III 21, 26: Πορφυρίου ἐκ τοῦ α’ 〈περὶ τοῦ γνῶθι σαυτόν〉· τί ποτε ἦν ἄρα καὶ τίνος τὸ ἱερὸν πρόσταγμα τὸ ἐν Πυθοῖ, ὃ γνῶναι ἑαυτὸν τοῖς τοῦ θεοῦ δεησομένοις προσαγορεύει; ....... ἀλλ’ εἴτε Φημονόη ....... εἴτε Κλεάρχῳ προσεκτέον μᾶλλον τοῦ μὲν Πυθίου φράζοντι εἶναι παράγ‐
5γελμα, χρησθῆναι δὲ Χείλωνι, τί ἄριστον ἀνθρώποις μαθεῖν πυνθανομένῳ.

69b

Mantissae Proverb. 43 Leutsch II 750: .... οἱ πολλοὶ δὲ Χίλωνος εἶναι τὸ ἀπόφθεγμα (sc. γνῶθι σαυτὸν) φασίν. Κλέαρχος δὲ ὑπὸ τοῦ θεοῦ λεχθῆναι Χίλωνι Δαμαγήτου Λακεδαιμονίῳ.

69c

Stobaeus Ecl. III 21, 12: γνῶθι σαυτὸν ὡς παροιμία παρα‐ λαμβάνεται, μαρτυρεῖ Θεόφραστος ἐν τῷ περὶ παροιμιῶν. οἱ πολλοὶ δὲ Χείλωνος εἶναι τὸ ἀπόφθεγμα, Κλέαρχος δὲ ὑπὸ τοῦ θεοῦ λεχθῆναι Χείλωνι.

69d

PSI IX Nr. 1093 ed. Norsa—Vitelli (cf. B. Snell, Thesauris‐ mata, Festschrift f. Ida Kapp [1954] 105 ff.): Ἕρ]μιππος δ’ ἐν [τῶι πρ]ώ‐ τωι πε[ρὶ Ἀρ]ιστοτέλους [Λάβυν] Δελφὸν εὐ[νοῦχ]όν φησιν εἰ[ρηκένα]ι̣ αὐτὸ νε[ωκόρον] ὄν[τ]α τοῦ [Πυθίου Χ]αμαι[λέων δὲ Θαλ]ῆν τὸν̣ [Ἐξαμύο]υ̣, Κλέα[ρ‐
5χος δ’ ἐν το]ῖς Περὶ [παροιμιῶ]ν ἐρέ[σθαι ποτὲ τὸ]ν Χίλω̣[να τὸν θε]ὸν τί ἄ̣ρ[ι‐ στον ἂν εἴ]η, τὴν̣ [δὲ Πυθίαν] ἀποκρί[νασθαι ὅτι] τ̣ὸ γνῶ[θι σεαυτόν. ἔν]ιοι δ’ α[ὖ κτλ.

70

Diogenes Laert. I. 30: Δαίμαχος δ’ ὁ Πλαταιικὸς καὶ Κλέαρχος φιάλην ἀποσταλῆναι ὑπὸ Κροίσου Πιττακῷ καὶ οὕτω περιενεχθῆναι (sc. φασίν).

71

Diogenes Laert. I 81: τούτῳ (sc. Πιττακῷ) γυμνασία ἦν σῖτον ἀλεῖν, ὥς φησι Κλέαρχος ὁ φιλόσοφος.

72

Schol. Platon. Phaedrus 279 c: Κλέαρχος δέ φησιν ὑπὸ Χαλκι‐ δέων τῶν ἐν Εὐβοίᾳ πεμφθῆναι δῶρα εἰς Δελφοὺς Ἀπόλλωνι καὶ Ἀρτέμιδι. τῶν δὲ Δελφῶν μαντευομένων, εἰ ἐξ ἴσης τὴν ἀνάθεσιν ποιήσωνται, ἔφησεν ὁ θεός: κοινὰ τὰ τῶν φίλων.

73

Athenaeus XIII 555 c: Κλέαρχος δ’ ὁ Σολεὺς ἐν τοῖς περὶ παρ‐ οιμιῶν ἐν Λακεδαίμονι, φησί, τοὺς ἀγάμους αἱ γυναῖκες ἐν ἑορτῇ τινι περὶ τὸν βωμὸν ἕλκουσαι ῥαπίζουσιν, ἵνα τὴν ἐκ τοῦ πράγματος ὕβριν φεύγοντες φιλοστοργῶσί τε καὶ ἐν ὥρᾳ προσίωσι τοῖς γάμοις. ἐν δὲ Ἀθήναις πρῶτος
5Κέκροψ μίαν ἑνὶ ἔζευξεν, ἀνέδην τὸ πρότερον οὐσῶν τῶν συνόδων καὶ κοι‐ νογαμίων ὄντων. διὸ καὶ ἔδοξέ τισιν διφυὴς νομισθῆναι, οὐκ εἰδότων τῶν πρό‐ τερον διὰ τὸ πλῆθος τὸν πατέρα.

74

Diogenian. Cent. I 83 Ἀρχὴ δέ τοι ἥμισυ παντός: τινὲς μὲν τὴν παροιμίαν ἔταξαν ἐπὶ τῶν εἴς τι προκοπτόντων. Κλέαρχος δὲ αὐτὴν ἐντεῦ‐
θέν φησιν εἰρῆσθαι· παρὰ Λακεδαιμονίοις τῶν παίδων ὁ πρεσβύτερος τὴν βασιλείαν διεδέχετο τοῦ πατρὸς τελευτήσαντος. Ἀργείᾳ οὖν τῇ Ἀριστοδήμου29
5γυναικὶ γεγόνασι δίδυμοι, καὶ τοῦ ἀνδρὸς τελευτήσαντος βουλομένη ἄμφω τοὺς παῖδας βασιλεύειν, Προκλέα καὶ Εὐρυσθέα, οὐκ εἰδέναι ἔφασκεν, ὁπότερος αὐτῶν πρεσβύτερος εἴη. εἶτα ἐρωτηθεὶς ὁ θεὸς εἶπεν: ἀρχὴ παντὸς ἥμισυ, δηλῶν ὅτι ἄμφω δεῖ βασιλεύειν, μετέχειν δὲ ἑκάτερον τῆς ἀρχῆς.

75

Athenaeus VII 316 f: ἱστορεῖται δὲ καὶ ὅτι φεύγων (sc. ὁ πολύ‐ πους) διὰ τὸν φόβον μεταβάλλει τὰς χρόας καὶ ἐξομοιοῦται τοῖς τόποις ἐν οἷς κρύπτεται, ὡς καὶ ὁ Μεγαρεὺς Θέογνίς φησιν ἐν ταῖς ἐλεγείαις:
πουλύπου ὀργὴν ἴσχε πολυπλόκου, ὃς ποτὶ πέτρῃ
5
τῇ προσομιλήσῃ, τοῖος ἰδεῖν ἐφάνη (215 f). ὁμοίως ἱστορεῖ καὶ Κλέαρχος ἐν δευτέρῳ περὶ παροιμιῶν παρατιθέμενος τάδε τὰ ἔπη, οὐ δηλῶν ὅτου ἐστί:
πουλύποδός μοι, τέκνον, ἔχων νόον, Ἀμφίλοχ’ ἥρως,
τοῖσιν ἐφαρμόζου, τῶν κεν 〈κατὰ〉 δῆμον ἵκηαι.

76a

Apostolius Cent. XII 7 Νεοττοῦ οὐδέν μοι δίδως: ἐπὶ τῶν ἀμεταδότων, νεοττὸς γὰρ λέγεται ἡ τοῦ ᾠοῦ λέκιθος καὶ τὸ πυρρόν. οὕτω Μένανδρος καὶ Κλέαρχος.

76b

Suda s. v. νεοττός (cf. Hesych. s. v. νεοττίον; Photius s. v. νεοττός): ἡ τοῦ ᾠοῦ λέκιθος καὶ τὸ πυρρόν. Μένανδρος Ἀνδρίᾳ (fr. 42 K): καὶ τεττάρων ᾠῶν μετὰ τοῦτο, φιλτάτη, τὸ νεοττίον. Κλέαρχος ἐν τῷ περὶ † οἴνων † συγγράμματί φησιν: ὃ διαδίδοται ἀρχὴ ὑπὸ τὸν ὑμένα λευκόν· ἐν τούτῳ γὰρ τὸ
5σπέρμα καὶ οὐκ ἐν τῷ καλουμένῳ νεοττῷ. διεψεύσθησαν γὰρ οἱ πρῶτοι τοῦτο φήσαντες· καί ἐστι τὸ ὠχρὸν περίττωμα τοῦ σπέρματος. ὅτι δὲ τὸ ὠχρὸν νεοττὸν ἔλεγον, μαρτυρεῖ καὶ Χρύσιππος ἐν τῶ περὶ Χρησμῶν. ὄναρ γάρ τινά φησι θεασάμενον ἐκ τῆς κλίνης αὐτοῦ κρέμασθαι ᾠά, προσαναθέσθαι ὀνειρο‐ κρίτῃ. τὸν δὲ εἰπεῖν: ὀρύττων θησαυρὸν εὑρήσεις κατὰ τὸν τόπον ἐκεῖνον. εὑ‐
10ρόντα δὲ σταμνίον ἐν ᾧ ἀργύριον ἦν καὶ χρυσίον, ἐνεγκεῖν τι τοῦ ἀργυρίου τῷ μάντει. τὸν δὲ μάντιν εἰπεῖν: τοῦ δὲ νεοττοῦ οὐδέν μοι δίδως; καὶ Δίφιλος κέχρηται τῇ λέξει (fr. 121 K): ᾠῶν δ’ ἐν αὐτῇ διέτρεχεν νεοττία.

77

Zenobius Cent. VI 29 Ὑπὲρ τὰ Καλλικράτους (cf. Sudam et Paus. Att. s. v. Ὑ. τ. Κ.): Κλέαρχός φησιν ὅτι Καλλικράτης τις ἐγένετο ἐν Καρύστῳ πλουσιώτατος. εἴ ποτε ἐθαύμαζόν τινα οἱ Καρύστιοι ἐπὶ πλούτῳ ὑπερβολικῷ, ἔλε‐ γον: ὑπὲρ τὰ Καλλικράτους.

78

Athenaeus VIII 337 a: Κλέαρχος δὲ ἐν τοῖς περὶ παροιμιῶν καὶ
διδάσκαλον τοῦ Ἀρχεστράτου γενέσθαι φησὶν Τερψίωνα, ὃν καὶ πρῶτον γαστ‐ ρολογίαν γράψαντα διακελεύεσθαι τοῖς μαθηταῖς τίνων ἀφεκτέον. ἀπεσχεδια‐ κέναι τε τὸν Τερψίωνα καὶ περὶ τῆς χελώνης τάδε:30
5κρέα χρὴ χελώνης ἢ φαγεῖν ἢ μὴ φαγεῖν.

79a

Athenaeus I 4d: ὅτι Ἀρχέστρατος ὁ Συρακούσιος ἢ Γελῷος ἐν τῇ ...... ὡς δὲ Κλέαρχος (sc. ἐπιγράφει) Δειπνο‐ λογίᾳ ..... φησί κτλ.

79b

Suda s. v. Ἀθήναιος (cf. ib. s. v. Χάρμος): Κλέαρχος δὲ ὁ Σολεὺς δειπνολογίαν καλεῖ τὸ ποίημα.

80

Athenaeus VIII 347 f: Κλέαρχος γὰρ ἐν τοῖς περὶ παροιμιῶν φησιν ὡς ὁ Στρατόνικος θεασάμενος τὸν Πρόπιν ὄντα τῷ μὲν μεγέθει μέγαν, τῇ δὲ τέχνῃ κακὸν καὶ ἐλάττονα τοῦ σώματος, ἐπερωτώντων αὐτὸν ποῖός τις ἐστιν εἶπεν: οὐδεὶς κακὸς μέγας ἰχθύς, αἰνισσόμενος ὅτι πρῶτον μὲν οὐδείς
5ἐστιν, εἶθ’ ὅτι κακός, καὶ πρὸς τούτοις μέγας μὲν, ἰχθὺς δὲ διὰ τὴν ἀφωνίαν.

81

Athenaeus VII 285 c: Κλέαρχος δ’ ὁ Περιπατητικὸς ἐν τοῖς περὶ παροιμιῶν περὶ τῆς ἀφύης φησι: διὰ τὸ μικροῦ δεῖσθαι πυρὸς ἐν τοῖς τηγάνοις οἱ περὶ Ἀρχέστρατον ἐπιβαλόντας κελεύουσιν ἐπὶ θερμὸν τήγανον σίζουσαν ἀφαιρεῖν. ἅμα δ’ ἧπται καὶ σίζει, καθάπερ τοὔλαιον, εὐθύς, διὸ λέ‐
5γεται· ἴδε πῦρ ἀφύη.

82

Athenaeus III 116 d: ἀλλ’ ἐπεὶ περὶ ταρίχων ἐστὶν ὁ λόγος, περὶ ὧν οἶδα καὶ παροιμίαν μνήμης ἠξιωμένην ὑπὸ τοῦ Σολέως Κλεάρχου:
σαπρὸς τάριχος τὴν ὀρίγανον φιλεῖ, ἔρχομαι κἀγὼ λέξων τι περὶ αὐτῶν κτλ.

83

Athenaeus IV 160 c: Κλέαρχος δ’ ὁ ἀπὸ τοῦ Περιπάτου ἐν τοῖς περὶ παροιμιῶν ὡς παροιμίαν ἀναγράφει τὸ ἐπὶ τῇ φακῇ μύρον.

85

Schol. Aristophan. Vesp. 20: ἑπτὰ δὲ ἀναγράφει αὐτῶν (sc. γρίφων) γένη ὁ Κλέαρχος ἐν τῷ περὶ γρίφων συντάγματι. γρῖφοι δὲ λέγεται τὰ ἐν τοῖς συμποσίοις προβαλλόμενα αἰνιγματώδη ζητήματα.

86

Athenaeus X 448 c: ὁ μὲν Σολεὺς Κλέαρχος οὕτως ὁρίζεται:
γρῖφος πρόβλημά ἐστι ἐπιπαιστικόν, προστακτικὸν τοῦ διὰ ζητήσεως εὑρεῖν τῇ διανοίᾳ τὸ προβληθὲν τιμῆς ἢ ἐπιζημίου χάριν εἰρημένον. ἐν δὲ τῷ περὶ γρίφων ὁ αὐτὸς Κλέαρχός φησιν ἑπτὰ εἴδη εἶναι γρίφων. ἐν γράμματι μέν, οἷον ἐροῦ‐31
5μεν ἀπὸ τοῦ ἄλφα, ὡς ὄνομά τι ἰχθύος ἢ φυτοῦ, ὁμοίως δὲ κἂν ἔχειν τι κελεύῃ τῶν γραμμάτων ἢ μὴ ἔχειν, καθάπερ οἱ ἄσιγμοι καλούμενοι τῶν γρίφων. ὅθεν καὶ Πίνδαρος πρὸς τὸ ς ἐποίησεν ᾠδήν, οἱονεὶ γρίφου τινὸς ἐν μελοποιίᾳ προ‐ βληθέντος. ἐν συλλαβῇ δὲ λέγονται γρῖφοι οἷον ἐροῦμεν ἔμμετρον ὁτιδήποτε οὗ ἡγεῖται βα, οἷον βασιλεύς, ἢ ὧν ἔχει τελευτὴν τὸ ναξ, ὡς Καλλιάναξ, ἢ ὧν
10τὸν λέοντα καθηγεῖσθαι, οἷον Λεωνίδης, ἢ ἔμπαλιν τελικὸν εἶναι, οἷον Θρασυ‐ λέων. ἐν ὀνόματι δὲ, οἷον ἐροῦμεν ὀνόματα ἁπλᾶ ἢ σύνθετα δισύλλαβα, οὗ μορφή τις ἐμφαίνεται τραγικὴ ἢ πάλιν ταπεινή, ἢ ἄθεα ὀνόματα, οἷον Κλεώ‐ νυμος, ἢ θεοφόρα οἷον Διονύσιος, καὶ τοῦτο ἤτοι ἐξ ἑνὸς θεοῦ ἢ πλεόνων, οἷον Ἑρμαφρόδιτος. ἢ ἀπὸ Διὸς ἄρχεσθαι Διοκλῆς ἢ Ἑρμοῦ Ἑρμόδωρος·
15ἢ λήγειν εἰ τύχοι εἰς νῖκος. οἱ δὲ μὴ εἰπόντες ὡς προσετάττετο ἔπινον τὸ ποτή‐ ριον. καὶ ὁ μὲν Κλέαρχος οὕτως ὡρίσατο.

87

Athenaeus XIV 648 f: τοῦ δὲ ἡμῖν παρακειμένου μελιπήκτου μέμνηται Κλέαρχος ὁ Σολεὺς ἐν τῷ περὶ γρίφων οὑτωσὶ λέγων: σκευῶν κελεύ‐ οντι λέγειν ὀνόματα εἰπεῖν
τρίπους χύτρα λυχνεῖον ἀκταία βάθρον
5
σπόγγος λέβης σκαφεῖον ὅλμος λήκυθος
σπυρὶς μάχαιρα τρύβλιον κρατὴρ ῥαφίς. ἢ πάλιν ὄψων. οὕτως
ἔτνος φακῆ τάριχος ἰχθὺς γογγυλὶς
σκόροδον κρέας θύννειον ἅλμη κρόμμυον
10
σκόλυμος ἐλαία κάππαρις βολβὸς μύκης. ἐπί τε τῶν τραγημάτων ὁμοίως
ἄμης πλακοῦς ἔντιλτος ἴτριον ῥόα
ᾠὸν ἐρέβινθος σησάμη κοπτὴ βότρυς
ἰσχὰς ἄπιος πέρσεια μῆλ’ ἀμύγδαλα,
15ταῦτα μὲν ὁ Κλέαρχος.

88

Athenaeus X 454 f: τὸ δὲ Καστορίωνος τοῦ Σολέως, ὡς ὁ
Κλέαρχός φησιν, εἰς τὸν Πᾶνα ποίημα τοιοῦτόν ἐστι· τῶν ποδῶν ἕκαστος ὅλοις ὀνόμασιν περιειλημμένος πάντας ὁμοίως ἡγεμονικοὺς καὶ ἀκολουθητικοὺς ἔχει τοὺς † πόδας †, οἷον32
5σὲ τὸν βολαῖς νιφοκτύποις δυσχείμερον ναίονθ’ ἕδος, θηρονόμε Πάν, χθόν’ Ἀρκάδων, κλῄσω γραφῇ τῇδ’ 〈ἐν〉 σοφῇ πάγκλειτ’ ἔπη συνθείς, ἄναξ, δύσγνωστα μὴ σοφοῖς κλυεῖν, μουσοπόλε θήρ, κηρόχυτον ὃς μείλιγμ’ ἱεῖς,
10καὶ τὰ λοιπὰ τὸν αὐτὸν τρόπον. τούτων δὲ ἕκαστος τῶν ποδῶν, ὡς ἂν τῇ τάξει θῇς, τὸ αὐτὸ μέτρον ἀποδώσει, οὕτως
σὲ τὸν βολαῖς νιφοκτύποις δυσχείμερον,
νιφοκτύποις σὲ τὸν βολαῖς δυσχείμερον, καὶ ὅτι τῶν ποδῶν ἕκαστός ἐστι ἑνδεκαγράμματος. ἔστι 〈δὲ〉 καὶ μὴ τοῦτον
15τὸν τρόπον ἀλλ’ ἑτέρως ποιῆσαι, ὥστε πλείω πρὸς τὴν χρῆσιν ἐκ τοῦ ἑνὸς ἔχειν οὕτω λέγοντας
μέτρον φράσον μοι τῶν ποδῶν 〈μέτρον λαβών〉,
λαβὼν μέτρον μοι τῶν ποδῶν μέτρον φράσον.
— — — — — — — —
20
— — — — — — — —
οὐ βούλομαι γὰρ τῶν ποδῶν μέτρον λαβεῖν,
λαβεῖν μέτρον γὰρ τῶν ποδῶν οὐ βούλομαι. Πίνδαρος δὲ πρὸς τὴν ἀσιγμοποιηθεῖσαν ᾠδήν, ὡς ὁ αὐτός φησι Κλέαρχος, οἱονεὶ γρίφου τινὸς ἐν μελοποιίᾳ προβληθέντος, ὡς πολλῶν τούτῳ προσκρου‐
25όντων διὰ τὸ ἀδύνατον εἶναι ἀποσχέσθαι τοῦ σίγμα καὶ διὰ τὸ μὴ δοκιμάζειν, ἐποίησε
πρὶν μὲν εἷρπε σχοινοτένειά τ’ ἀοιδὰ
καὶ τὸ σὰν κίβδηλον ἀνθρώποις (fr. 79 a Schr.). ταῦτα σημειώσαιτ’ ἄν τις πρὸς τοὺς νοθεύοντας Λάσου τοῦ Ἑρμιονέως τὴν
30ἄσιγμον ᾠδήν, ἥτις ἐπιγράφεται Κένταυροι.33

89

Athenaeus I 4 d: Κλεάνθης δὲ ὁ Ταραντῖνος, ὥς φησι Κλέαρχος, πάντα παρὰ τοὺς πότους ἔμμετρα ἔλεγε, καὶ Πάμφιλος δὲ ὁ Σικελός, ὡς ταῦτα:
ἔγχει πιεῖν μοι καὶ τὸ πέρδικος σκέλος.
ἀμίδα δότω τις ἢ πλακοῦντά τις δότω.

90

Athenaeus I 4 a: Κλέαρχός φησι Χάρμον τὸν Συρακούσιον εὐτρεπίσθαι στιχίδια καὶ παροιμίας εἰς ἕκαστον τῶν ἐν τοῖς δείπνοις παρα‐ τιθεμένων. εἰς μὲν τὸν ἰχθύν:
ἥκω λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος (Eurip. Troad. 1),
5εἰς δὲ τοὺς κήρυκας·
χαίρετε κήρυκες Διὸς ἄγγελοι (Homer. A 334), εἰς δὲ τὴν χορδήν:
ἑλικτὰ κοὐδὲν ὑγιές (Eurip. Androm. 448), εἰς δὲ τὴν ὠνθυλευμένην τευθίδα:
10
σοφὴ σοφὴ σύ (Eurip. Androm. 245), εἰς δὲ τὸ ἐν τοῖς ἑψητοῖς ὡραῖον:
οὐκ ἀπ’ ἐμοῦ σκεδάσεις ὄχλον (Diog. L. II 117), εἰς δὲ τὴν ἀποδεδαρμένην ἔγχελυν:
οὐ προκαλυπτομένα βοστρυχώδεα (Eurip. Phoen. 1485) κτλ.
15 φησὶ δὲ καὶ ὅτι ὁ Χάρμος εἰς ἕκαστον τῶν παρατιθεμένων ἔχων τι πρόχει‐ ρον, ὡς προείρηται, ἐδόκει τοῖς Μεσσηνίοις πεπαιδευμένος εἶναι, ὡς καὶ Καλλι‐ φάνης ὁ τοῦ Παραβρύκοντος κληθεὶς ἀρχὰς ποιημάτων πολλῶν ἐκγραψάμενος ἀνειλήφει μέχρι τριῶν καὶ τεσσάρων στίχων, πολυμαθείας δόξαν προσποιού‐ μενος.

91a

Athenaeus VII 275b: Κλέαρχος Ἀριστοτέλους μαθητής, Σο‐ λεὺς δὲ τὸ γένος, ἐν τῷ προτέρῳ περὶ γρίφων (κρατῶ γὰρ καὶ τῆς λέξεως διὰ τὸ σφόδρα μοι εἶναι προσφιλῆ) οὑτωσί πως εἴρηκε: φαγήσια, οἱ δὲ φαγησιπόσια προσαγορεύουσι τὴν ἑορτήν. ἐξέλιπε δὲ αὕτη, καθάπερ ἡ τῶν ῥαψῳδῶν ἣν
5ἦγον .... καὶ τὴν τῶν Διονυσίων. ἐν ᾗ παριόντες ἑκάστῳ τῶν θεῶν οἷον τιμὴν ἐπετέλουν τὴν ῥαψῳδίαν. ταῦτ’ εἶπεν ὁ Κλέαρχος· εἰ δ’ ἀπιστεῖς, ὦ ἑταῖρε, καὶ τὸ βιβλίον κεκτημένος οὐ φθονήσω σοι. ἀφ’ οὗ πολλὰ ἐκμαθὼν εὐπορήσεις προβλημάτων. καὶ γὰρ Καλλίαν ἱστορεῖ τὸν Ἀθηναῖον γραμματικὴν συνθεῖναι τραγῳδίαν, ἀφ’ ἧς ποιῆσαι τὰ μέλη καὶ τὴν διάθεσιν Εὐριπίδην ἐν Μηδείᾳ καὶ
10Σοφοκλέα τὸν Οἰδίπουν.34

91b

Eustathius in Homer. Φ 263 p. 1908, 43: ἔνθα ὅρα καὶ ὡς οἱ περὶ τὸ θεῖον ῥᾴθυμοι δι’ ἀνάγκην ἐπὶ τὸ θύειν ἔρχονται οὐδ’ ἐν τῇ θυσίᾳ πάντως ἀπαλλαγησόμενοι τοῦ πολυφαγεῖν, ἵνα καὶ αὐτὴ φάγων ἑορτὴ λέγηται, ὁποία καὶ ἡ παρὰ Κλεάρχῳ τῷ Ἀριστοτέλους μαθητῇ, ὃς καθὰ λέγει Ἀθήναιος
5φαγησίαν ἑορτὴν ἱστορεῖ, κατὰ δέ τινας φαγησιποσίαν. κρατῶ γάρ, φησί, καὶ τῆς λέξεως διὰ τὸ σφόδρα μοι εἶναι προσφιλῆ τὸν Κλέαρχον.

92

Athenaeus XIV 620 c: Κλέαρχος δ’ ἐν τῷ προτέρῳ περὶ γρί‐ φων τὰ Ἀρχιλόχου, φησίν, [ὁ] Σιμωνίδης ὁ Ζακύνθιος ἐν τοῖς θεάτροις ἐπὶ δίφρου καθήμενος ἐρραψῴδει.

93

Athenaeus X 452 e: τῷ δὲ Θεοδέκτῃ παραπλησίως ἔπαιζε γρί‐ φους καὶ Δρομέας ὁ Κῷος, ὥς φησι Κλέαρχος, καὶ Ἀριστώνυμος ὁ ψιλοκιθα‐ ριστής, ἔτι δὲ Κλέων ὁ μίμαυλος ἐπικαλούμενος, ὅσπερ καὶ τῶν Ἰταλικῶν μίμων ἄριστος γέγονεν αὐτοπρόσωπος ὑποκριτής. καὶ γὰρ Νυμφοδώρου περιῆν ἐν τῷ
5μνημονευομένῳ μίμῳ. τούτου δὲ καὶ Ἰσχόμαχος ὁ κῆρυξ ἐγένετο ζηλωτής, ὃς ἐν τοῖς κύκλοις ἐποιεῖτο τὰς μιμήσεις, ὡς δ’ εὐδοκίμει, μεταβὰς ἐν τοῖς θαύμα‐ σιν ὑπεκρίνετο μίμους. τοιοῦτοι δ’ ἦσαν οὓς ἐποίει γρίφους, οἷον ἀγροίκου τινὸς ὑπερπλησθέντος καὶ κακῶς ἔχοντος, ὡς ἠρώτα αὐτὸν ὁ ἰατρὸς μὴ εἰς ἔμε‐ τον ἐδείπνησεν, οὐκ ἔγωγε, εἰπεῖν, ἀλλ’ εἰς τὴν κοιλίαν. καὶ πτωχῆς τινος τὴν
10γαστέρα πονούσης ἐπεὶ ὁ ἰατρὸς ἐπυνθάνετο μὴ ἐν γαστρὶ ἔχει, πῶς γάρ, εἶπε, τριταία μὴ βεβρωκυῖα; τῶν Ἀριστωνυμ.... lacuna

94

Athenaeus X 452 b: πολλοὶ δὲ 〈τῶν〉 γρίφων καὶ τοιοῦτοί τινές εἰσιν οἷον
ἄνδρ’ εἶδον πυρὶ χαλκὸν ἐπ’ ἀνέρι κολλήσαντα,
οὕτω συγκόλλως ὥστε σύναιμα ποιεῖν,
5τοῦτο δὲ σημαίνει σικύας προσβολήν. καὶ τὸ Πανάρκους δ’ ἐστὶ τοιοῦτον, ὥς φησι Κλέαρχος ἐν τῷ περὶ γρίφων, ὅτι βάλοι ξύλῳ τε καὶ οὐ ξύλῳ καθημένην ὄρνιθα καὶ οὐκ ὄρνιθα ἀνήρ τε κοὐκ ἀνὴρ λίθῳ τε καὶ οὐ λίθῳ. τούτων γάρ ἐστι τὸ μὲν νάρθηξ τὸ δὲ νυκτερὶς τὸ δὲ εὐνοῦχος τὸ δὲ κίσηρις.

95a

Schol. Platon. Res publ. 479 c: Κλεάρχου γρῖφος: αἶνός τίς ἐστιν ὡς ἀνήρ τε κοὐκ ἀνὴρ ὄρνιθα κοὐκ ὄρνιθ’ ἰδών τε κοὐκ ἰδὼν
5ἐπὶ ξύλου τε κοὐ ξύλου καθημένην τε κ’ οὐ καθημένην λίθῳ τε κοὐ λίθῳ βάλοι τε κοὐ βάλοι.
ἄλλως: ἄνθρωπος οὐκ ἄνθρωπος, ἄνθρωπος δ’ ὅμως (ὁ εὐνοῦχος) ὄρνιθα κοὐκ ὄρνιθα, ὄρνιθα δ’ ὅμως, (ῥοπτερίδα)35
10
ἐπὶ ξύλου τε κοὐ ξύλου καθημένην (νάρθηκος)
λίθῳ βαλών με κοὐ λίθῳ διώλεσεν (κισήρει). νυκτερίδα ὁ εὐνοῦχος νάρθηκος κισήρει.

95b

Eustathius in Homer. Θ 282 p. 713, 10 ff: καὶ συλλαλεῖ τῇ ἐννοίᾳ ταύτῃ καί τις παλαιὸς αἶνος ἤγουν γρῖφος, εἰπεῖν δὲ σαφέστερον αἴνι‐ γμα κείμενον παρὰ Κλεάρχῳ εἰπόντι ἐμμέτρως οὕτω: αἶνός τίς ἐστιν ὡς ἀνήρ τε κοὐκ ἀνὴρ ὄρνιθά τε κοὐκ ὄρνιθα ἰδών τε κοὐκ ἰδὼν ἐπὶ ξύλου τε κοὐ ξύλου
5καθημένην τε κοὐ καθημένην λίθῳ τε κοὐ λίθῳ βάλοι τε κοὐ βάλοι.

96

Athenaeus II 43 f: Κλέαρχός φησι τὸ μὲν ὕδωρ ὥσπερ καὶ τὸ γάλα λευκὸν λέγεσθαι, οἶνον δὲ καθάπερ καὶ τὸ νέκταρ ἐρυθρόν, μέλι δὲ καὶ ἔλαιον χλωρόν, τὸ δ’ ἐκ τῶν μύρτων θλιβόμενον μέλαν.

97

Plutarch. De facie in orbe lunae 920 e: καὶ πρὸς Κλέαρχον, ὦ Ἀριστότελες, οὐκ ἀπιθάνως ἐδόκει λέγεσθαι τὸν ὑμέτερον, ὑμέτερος γὰρ ὁ ἁνήρ, Ἀριστοτέλους τοῦ παλαιοῦ γεγονὼς συνήθης, εἰ καὶ πολλὰ τοῦ Περιπά‐ του παρέτρεψεν. ὑπολαβόντος δὲ τοῦ Ἀπολλωνίδου τὸν λόγον καὶ τίς ἦν ἡ
5δόξα τοῦ Κλεάρχου διαπυθομένου, παντὶ μᾶλλον, ἔφην, ἀγνοεῖν ἢ σοὶ προσῆκόν ἐστι λόγον ὥσπερ ἀφ’ ἑστίας τῆς γεωμετρίας ὁρμώμενον. λέγει γὰρ ἁνὴρ εἰκό‐ νας ἐσοπτρικὰς εἶναι καὶ εἴδωλα τῆς μεγάλης θαλάσσης ἐμφαινόμενα τῇ σελήνῃ τὸ καλούμενον πρόσωπον. ἥ τε γὰρ ἀκτὶς ἀνακλωμένη πολλαχόθεν ἅπτεσθαι τῶν οὐ κατ’ εὐθυωρίαν ὁρωμένων πέφυκεν, ἥ τε πανσέληνος αὐτὴ
10πάντων ἐσόπτρων ὁμαλότητι καὶ στιλπνότητι κάλλιστόν ἐστι καὶ καθαρώτατον. ὥσπερ οὖν τὴν ἶ〈ριν〉 οἴεσθε ὑμεῖς ἀνακλωμένης ἐπὶ τὸν ἥλιον τῆς ὄψεως
ἐνορᾶσθαι τῷ νέφει λαβόντι νοτερὰν ἡσυχῇ λειότητα καὶ 〈πῆ〉ξιν, οὕτως ἐκεῖνος ἐνορᾶσθαι τῇ σελήνῃ τὴν ἔξω θάλασσαν, οὐκ ἐφ’ ἧς ἐστι χώρας, ἀλλὰ ὅθεν ἡ κλάσις ἐποίησε τῇ ὄψει τὴν ἐπαφὴν αὐτῆς καὶ τὴν ἀνταύγειαν. ὥς που36
15πάλιν ὁ Ἀγησιάναξ εἴρηκεν
ᾗ πόντου μέγα κῦμα καταντία κυμαίνοντος
δείκελον ἰνδάλλοιτο πυριφλεγέθοντος ἐσόπτρου.

98

Athenaeus VIII 345 e: οὐκ ἀγνοῶ δὲ καὶ τοὺς ἰχθυοφάγους παῖδας, ὧν Κλέαρχος μνημονεύει ἐν τῷ περὶ θινῶν, φάσκων Ψαμμήτιχον τὸν Αἰγυπτίων βασιλέα παῖδας θρέψαι ἰχθυοφάγους, τὰς πηγὰς τοῦ Νείλου βουλό‐ μενον εὑρεῖν· καὶ ἄλλους δὲ ἀδίψους ἀσκῆσαι τοὺς ἐρευνησομένους τὰς ἐν
5Λιβύῃ ψάμμους, ὧν ὀλίγοι διεσώθησαν.

99

Themistius in Aristotelis De anima II 1: τῶν δὲ φυσικῶν τὰ μὲν ἔχει ζωήν, τὰ δ’ οὐκ ἔχει. τίνα δὲ λέγομεν τὴν ζωὴν ἔφθημεν εἰπόντες, ὅτι τὴν δι’ ἑαυτοῦ τροφήν τε καὶ αὔξησιν. ταῦτα δὲ ἦν τὰ ζῷα καὶ τὰ φυτά. τὰ γὰρ λεγόμενα στοιχεῖα φυσικὰ μέν, ὅτι κινήσεως ἀρχὴν ἔχει, οὐ ζῶντα δὲ, ὅτι μὴ τρέ‐
5φεται δι’ ἑαυτῶν. ἡ γὰρ τῶν λίθων αὔξησις ὁμολογούμενον ὅτι προσθήκη. ἢ εἴπερ καὶ οἱ λίθοι δι’ ὅλου αὔξονται, εἴη ἂν ἐν τούτοις εἶδος ζῳῆς, ἀλλὰ λίαν γε ἀμυδρᾶς, ἐπεὶ καὶ γεννᾶν τινὲς λίθοι λέγονται, ὡς Κλέαρχός φησιν.

100

Athenaeus II 49 f: Κλέαρχος δ’ ὁ Περιπατητικός φησι Ῥο‐ δίους καὶ Σικελιώτας βράβυλα καλεῖν τὰ κοκκύμηλα.

101

Athenaeus VIII 332 b: οὐκ ἔλαθεν δέ με οὐδὲ Κλέαρχος ὁ ἀπὸ τοῦ Περιπάτου ὅς’ εἴρηκε καὶ περὶ τοῦ ἐξωκοίτου καλουμένου ἰχθύος ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν ἐνύδρων. εἴρηκε γάρ—κρατεῖν δ’ οἶμαι καὶ τῆς λέξεως οὕτως ἐχούσης: ὁ ἐξώκοιτος ἰχθύς, ὃν ἔνιοι καλοῦσιν ἄδωνιν, τ’ οὔνομα
5μὲν εἴληφε διὰ τὸ πολλάκις τὰς ἀναπαύσεις ἔξω τοῦ ὑγροῦ ποιεῖσθαι. ἐστὶ δὲ
ὑπόπυρρος καὶ ἀπὸ τῶν βραγχίων ἑκατέρωθεν τοῦ σώματος μέχρι τῆς κέρκου μίαν ἔχει διηνεκῆ λευκὴν ῥάβδον. ἐστὶ δὲ στρογγύλος, ἀλλ’ οὐ πλατὺς ὢν κατὰ τὸ μέγεθος ἴσος ἐστὶ τοῖς παραιγιαλίταις κεστρινίσκοις. οὗτοι δ’ εἰσὶν ὀκτα‐ δάκτυλοι μάλιστα τὸ μῆκος. τὸ δὲ σύνολον ὁμοιότατός ἐστι τῷ καλουμένῳ37
10τράγῳ ἰχθυδίῳ πλὴν τοῦ ὑπὸ τὸν στόμαχον μέλανος, ὃ καλοῦσι τοῦ τράγου πώγωνα. ἐστὶ δ’ ὁ ἐξώκοιτος τῶν πετραίων καὶ βιοτεύει περὶ τοὺς πετρώδεις τόπους καὶ ὅταν ᾖ γαλήνη, συνεξορούσας τῷ κύματι κεῖται ἐπὶ τῶν πετριδίων πολὺν χρόνον ἀναπαυόμενος ἐν τῷ ξηρῷ καὶ μεταστρέφει μὲν ἑαυτὸν πρὸς τὸν ἥλιον. ὅταν δ’ ἱκανῶς αὐτῷ τὰ πρὸς τὴν ἀνάπαυσιν ἔχῃ, προσκυλινδεῖται τῷ
15ὑγρῷ, μέχρι οὗ ἂν πάλιν ὑπολαβὸν αὐτὸν τὸ κῦμα κατενέγκῃ μετὰ τῆς ἀναρ‐ ροίας εἰς τὴν θάλασσαν. ὅταν δ’ ἐγρηγορὼς ἐν τῷ ξηρῷ τύχῃ, φυλάττεται τῶν ὀρνίθων τοὺς παρευδιαστὰς καλουμένους, ὧν ἐστι κηρύλος, τρόχιλος καὶ ὁ τῇ κρεκὶ προσεμφερὴς ἑλώριος· οὗτοι γὰρ ἐν ταῖς εὐδίαις παρὰ τὸ ξηρὸν νεμό‐ μενοι πολλάκις αὐτῷ περιπίπτουσιν, οὓς ὅταν προίδηται φεύγει πηδῶν καὶ
20ἀσπαίρων, ἕως ἂν εἰς τὸ ὕδωρ ἀποκυβιστήσῃ.

102

Athenaeus VII 317 b: περὶ δὲ Τροιζῆνα τὸ παλαιόν, φησὶν ὁ αὐτὸς Κλέαρχος, οὔτε τὸν ἱερὸν καλούμενον πολύπουν οὔτε τὸν κωπηλάτην [πουλύπουν] νόμιμον ἦν θηρεύειν, ἀλλ’ ἀπεῖπον τούτων τε καὶ τῆς θαλαττίας χελώνης μὴ ἅπτεσθαι. ὁ δὲ πολύπους ἐστὶ συντηκτικὸς καὶ λίαν ἀνόητος. πρὸς
5γὰρ τὴν χεῖρα τῶν διωκόντων βαδίζει καὶ διωκόμενος ἔστιν ὅτε οὐχ ὑποχωρεῖ. συντήκονται δ’ αὐτῶν αἱ θήλειαι μετὰ τὸν τόκον καὶ παρίενται, διὸ καὶ ῥᾳδίως ἁλίσκονται. ἑωράθησαν δέ ποτε καὶ ἐπὶ τὸ ξηρὸν ἐξιόντες, μάλιστα δὲ πρὸς τὰ τραχέα τῶν χωρίων, φεύγουσι γὰρ τὰ λεῖα. καὶ χαίρουσι δὲ τῶν φυτῶν [καὶ] ταῖς ἐλαίαις καὶ πολλάκις εὑρίσκονται ταῖς πλεκτάναις περιειληφότες τὸ στέλε‐
10χος. ἐφωράθησαν δὲ καὶ συκέαις προσπεφυκυίαις τῇ θαλάσσῃ προσπλεκόμενοι καὶ τῶν σύκων ἐσθίοντες, ὥς φησι Κλέαρχος ἐν τῷ περὶ τῶν ἐν τῷ ὑγρῷ. ἐστὶ δὲ δεῖγμα τοῦ ἥδεσθαι αὐτοὺς τῇ ἐλαίᾳ καὶ τοῦτο. ἐάν τις κλάδον τοῦ φυτοῦ τούτου καθῇ εἰς τὴν θάλασσαν, καθ’ ἥν εἰσιν πολύποδες καὶ μικρὸν ἐπίσχῃ, ἀπονητὶ ἀνέλκει τῷ κλάδῳ περιπλεκομένους ὅσους ἐθέλει.

103

Aelian. De natura animalium XII 34: λέγει δὲ Κλέαρχος ὁ ἐκ τοῦ Περιπάτου μόνους Πελοποννησίων Ἀργείους ὄφιν μὴ ἀποκτείνειν.

104

Athenaeus VIII 332 e: ἔτι ὁ αὐτὸς Κλέαρχος καὶ ταῦτά φησι, σαφέστερον τοῦ Κυρηναίου Φιλοστεφάνου, οὗ πρότερον ἐμνήσθην: ἐπεί τινες τῶν ἰχθύων οὐκ ἔχοντες βρόγχον φθέγγονται. τοιοῦτοι δ’ εἰσὶν οἱ περὶ Κλεί‐ τορα τῆς Ἀρκαδίας ἐν τῷ Λάδωνι καλουμένῳ ποταμῷ. φθέγγονται γὰρ καὶ
5πολὺν ἦχον ἀποτελοῦσιν.38

105

Athenaeus VII 314 c: ἐν δὲ τῷ περὶ τῶν δακέτων καὶ βλητι‐ κῶν διαπέμπεσθαί φησι (sc. Θεόφραστος) τὴν νάρκην τὴν ἀφ’ αὑτῆς δύναμιν καὶ διὰ τῶν ξύλων καὶ διὰ τῶν τριοδόντων, ποιοῦσαν ναρκᾶν τοὺς ἐν χεροῖν ἔχοντας. εἴρηκε δὲ τὴν αἰτίαν Κλέαρχος ὁ Σολεὺς ἐν τῷ περὶ νάρκης, ἅπερ μα‐
5κρότερα ὄντα ἐπιλέλησμαι, ὑμᾶς δὲ ἐπὶ τὸ σύγγραμμα ἀναπέμπω.

106a

Athenaeus IX 399 b: Κλέαρχος δ’ ἐν δευτέρῳ περὶ σκελετῶν οὕτως φησί: σάρκες μυωταὶ καθ’ ἑκάτερον μέρος (sc. τῆς ῥάχεως), ἃς οἱ μὲν ψύας, οἱ δὲ ἀλώπεκας, οἱ δὲ νευρομήτρας καλοῦσι. μνημονεύει δὲ τῶν ψυῶν καὶ Ἱπποκράτης ὁ ἱερώτατος.

106b

Rufus Ephes. Περὶ ὀνομασίας τῶν τοῦ ἀνθρώπου μορίων 192 p. 160, 4 Daremberg—Ruelle: Κλέαρχος δὲ τοὺς ἔξω κατὰ τῆς ῥάχεως μύας ψόας καὶ νευρομήτρας καὶ ἀλώπεκάς φησι καλεῖσθαι, οὐκ ὀρθῶς.

107

Pollux II 185: οἱ δὲ ἔνδοθεν κατὰ τὴν ὀσφῦν μύες καλοῦνται ψόαι καὶ νευρομῆτραι καὶ ἀλώπεκες. Κλέαρχος δὲ οὕτως ὀνομάζει τοὺς ἔξωθεν κατὰ τῆς ῥάχεως μῦς.

108

Pollux II 146: τῆς μὲν οὖν ὅλης χειρὸς ὀστᾶ ἓξ καὶ εἴκοσιν εἶναί φησιν ὁ Σολεὺς Κλέαρχος, εἷς τῶν Ἀριστοτέλους μαθητῶν.

109

Schol. Platon Hippias min. 368 c: λέγουσι δὲ τὴν λάγυνον λήκυθον καὶ τὸ μεταξὺ τῆς λαυκανίας καὶ αὐχένος ἠχῶδες, ὥς φησι Κλέαρχος.

110

Pollux II 164: μόνα δὲ ἐν στήθεσιν ἔχει μαστοὺς ἄνθρωπος καὶ νυκτερὶς καὶ ἐλέφας. καὶ οὕτω μὲν ὁ Σολεύς.

111

Schol. A. Homer. Ψ 81 εὐηγενέων: ἐν τῇ Ῥιανοῦ καὶ Ἀριστο‐ φάνους εὐηφενέων διὰ τοῦ φ, εὖ τῷ ἀφένῳ χρωμένων, ὡς Κλέαρχος ἐν ταῖς
γλώτταις.39

112

Athenaeus XI 486 α: λοιβάσιον κύλιξ, ὥς φησι Κλέαρχος καὶ Νίκανδρος ὁ Θυατειρηνός.

113

Arrian. Ars tactica I 1: 〈Πύρρος τε ὁ Ἠπειρώτης τακτικὰ συνέταξε καὶ Ἀλέξανδροσ〉 ὁ Πύρρου παῖς καὶ Κλέαρχος, οὐχ ὁ τῶν μυρίων Ἑλλήνων ἐπὶ βασιλέα ἡγησάμενος, ἀλλὰ ἄλλος οὗτος Κλέαρχος.

114

Schol. Apollon. Rhod. I 308 b: Κλέαρχος δέ φησιν, ὅτι κατὰ Κλῆρον ὁ Ἀπόλλων ἔλαχε τὴν πόλιν (sc. Κλάρον) καὶ ἀπὸ τοῦ κλήρου οὕτως αὐτὴν ὠνομάσθαι.

115

Schol. Nicand. Theriaca 447 ὑπὸ κραντῆρος: κραντῆρες λέ‐ γονται οἱ ὕστερον ἀναβαίνοντες ὀδόντες παρὰ τὸ κραίνειν καὶ ἀναπληροῦν τὴν ἡλικίαν. νεωτέρων γὰρ ἤδη ἡμῶν γενομένων φύονται οἱ ὀδόντες οὗτοι. Κλέ‐ αρχος δὲ σωφρονιστῆρας αὐτοὺς καλεῖ. νῦν ἁπλῶς τοὺς ὀδόντας. σωφρο‐
5νιστῆρες δὲ διὰ τὸ ἅμα τῷ ἀνιέναι αὐτοὺς καὶ τὸ σῶφρον τοῦ νοῦ λαμβάνειν
ἡμᾶς.40